[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Θεοξένου τοῦ Φιλαιτώλου, κατὰ δὲ υἱο]θεσίαν [Β]α[β]ύλ[ο]υ τοῦ [Αἰακίδα, μηνὸς — —]-
[— —, βουλευόντ]ων Αἰα[κίδα τοῦ Εὐκλείδα], Ν[ίκ]ωνος τοῦ [Ν]εικαί[ου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀθανί]-
[XA KAI\ *SWTHRI/DA]S TW=| *)APO/LLWNI TW=| [*PU]QI/W| E)P' E)LEUQERI/A| SW/MATA DU/O PAIDA/RIA O[I(=S O)NO/MATA *CE/]-
[νων καὶ Παράμο]νος, τειμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν. [βεβαιωτὴρ κατὰ]
5 [τοὺς νόμ]ους τᾶς πόλιος Μελισσίων Διονυσίου, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰν ὠνὰν [Ξένων καὶ Παράμονος ἐφ’ ᾧτε ἐλεύ]-
[θεροι] εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρόνον ποιοῦντες ὅ κα θέλωντι. εἰ δέ τις ἐφάπ[τοιτο Ξέ]-
νωνος ἢ Παραμόνου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι[ω]-
τήρ· κύριος δὲ ἔστω καὶ ἄλλος ὁ παρατυχὼν συλέων Ξένωνα καὶ Παράμονον καὶ ἀφαιρείμενος [ἐν] ἐλευθε[ρίαν, ἀζά]-
μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας vac. παραμεινάτω δὲ Παράμονος Σωτηρίδᾳ καὶ Ἀθανίχᾳ [τὸν]
10 τοῦ ζῆν αὐτῶν χρόνον πάντα, ποιῶν πᾶν τὸ ἐπιτασσόμενον καὶ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι [ἢ μὴ]
ποιέοι τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω Σωτηρίδας καὶ Ἀθανίχα ἐπιτειμέοντες Παραμόνῳ καθ’ ὅ[ν]
κα προαιρέωνται τρόπον. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Φίλων Στρατάγου, Πολέμαρχος
Δάμωνος καὶ ἰδιῶται Στράταγος Φίλωνος, Ξεναγόρας Ἁβρομάχου, Διονύσιος Ἀστοξένου, Ἄγων [Πο]-
πλίου, Ἱπποκράτης Ἱπποκράτους.
Search Help
Contact Us