[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἀντιγένεος τοῦ Ἀρχία, [μηνὸς ․․c.7․․], βουλευ̣[όντ]ω[ν] Φιλλέ[α τοῦ Λαμένε]-
ος, Ἀθανίωνος τοῦ Κλεοξενίδα, ἀπέδοτο [Κρινὼ, συ̣]νε̣[υ]αρεσ[τέοντ]ος καὶ τ[οῦ υἱοῦ Ἀρίσ]-
τωνος, τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σώματα τρία, [γ]υ[ναικ]ε[ῖον] ᾁ ὄνομα Ἀντιγό[ν]α [καὶ κορ]άσι[α δύο αἷς]
ὀνόματα Σωτηρὶς καὶ Σωφρόνα, ἐν ἑνὶ τιμᾶς] ἀργυρίου [μνᾶν ἐνν]έα. βεβαιω[τὴρ κ]ατὰ τοὺς νόμ[ους]
5 τᾶς πόλιος Ὀρέστας Διοδώρου, ἐπὶ τοῖσδε ὥστε παρα[μένειν τὰ προ]γεγραμμένα σώματα [Κρ]ινο[ῖ πά]ν-
TA TO\N TOU= ZH=N AU)TA=S XRO/NON, POIOU=NTA TO\ E)PITASSO/[MENON PA=N A)NE]GKLH/TWS. EI) DE/ TIS A)PEIQE/OI [TW=N]
προγεγραμμένων, ἐξουσίαν ἐχέτω Κρινὼ ἐπιτειμέ[ουσα τῶ]ι ἀπειθέοντι τρόπῳ ᾧ [κα] θ[έλῃ. εἰ]
δέ κα τι πάθῃ Κρινὼ τῶν κατ’ ἄνθρωπον, ἔστωσαν τὰ προγ[εγρ]αμμένα σώματα ἐλεύθερα, [δόντα ἕ]-
καστον αὐτῶν Ἀρίστωνι τῷ υἱῷ Κρινοῦς ἀργυρίου μνᾶς τρ[εῖς, κ]αὶ ἀνέφαπτα ἀπὸ πάντων μηθε-
10 νὶ μηθὲν ποθήκοντα κατὰ μηδένα τρόπον. εἰ δέ τις ἐφά[πτοιτο] τῶν ἀπελευθερισμένων σωμάτων
ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῷ τὰν ὠνὰν #⁷[․․c.8․․․]#⁷[․․]ΑΙΟ[․] ΙΛΙ[․․․9-10․․․]
καὶ οἱ ἀναθέντες καὶ ὁ βεβαιωτὴρ βεβαιούτω καὶ ἄλ[λος] ὁ παρατυχὼν κ[ύ]ριος ἔστω σ[υ]λέ[ων καὶ ἀφ]-
αιρείμενος ἐν ἐλευθερίαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσ[ας] δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱε[ρεῖ]ς
τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Φίλων Στρατάγου καὶ οἱ [ἄρ]χοντες Φιλλέας καὶ Ἀθανίω<ν>, ἰδιῶ̣τ̣αι Διό-
15 δωρος Δωροθέου, Πολέμαρχος Δάμωνος, Μελισσίων Διονυσίου, Εὐ[κλεί]δας Ἡρακλείδα, Νίκ[ανδ]ρος Καλλιστράτου,
Ιο[․․5․․], Λυσί[μαχ]ος.
Search Help
Contact Us