[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντ]ος Στρατάγου τοῦ Φίλ[ωνος, μηνὸ]ς Ἡρ̣[α— —, βουλευόντων Με]- |
[λισσίω]νος τοῦ Διονυσίου, Σελε[ύκου το]ῦ Βαβύλ[ου, ἀπέδοτο Μενεκράτεα] | |
[Μεν]εκράτεος τῶι Ἀπόλλωνι τῶι [Πυθί]ωι σῶμα ὧι ὄνομα Σώ[στρατος] | |
[τιμ]ᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν. βεβαιωτ[ὴρ κατὰ τοὺς] | |
5 | [νό]μους τᾶς πόλιος Λέων Ξενοφάντου. εἰ δέ τις ἐφάπτοι[το Σωστράτου] |
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῷ θεῶι τὰν ὠνὰ[ν ὅ τε ἀποδό]- | |
μενος καὶ ὁ βεβαιωτήρ. παραμινάτω δὲ Σώστρατος Μενεκρά[τεα ποιῶν] | |
τὸ ἐπιτασόμενο<ν> πᾶν ἀνενκλὴτως. εἰ δέ τι ἀνθρώπινον γένοιτο [περὶ Μενε]- | |
κράτεαν, ἔστωι Σώστρατος ἐλεύθερος καὶ ἀνέφαπτος ἀπὸ πάντων [τὸν πάντα] | |
10 | χρόνον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, [Φίλων] |
Στρατάγου, καὶ ἰδιῶται Ἐπίνικος Νικοστράτου, Εὐκλῆς Ἄρχωνος, Θεόξενος Φιλ[αιτώλου]. |