[ ] Phokis — Delphi — undated
1 [ἄρχοντ]ος Δαμοξένου τοῦ Διοδώρου, μηνὸς Ἰλαίου, βουλευόντων Λέωνος τοῦ Ξενοφάντου, Ἀριστοκλέο[ς τοῦ]
[Ἡράκω]νος, ἀπέδοτο Ἀπολλωνία Διον[υ]σίου, συνευαρεστέο<ν>τος καὶ τοῦ ὑοῦ Ἑρμία, σώματα <ο>ἰκογενῆ δύο
[τῷ Ἀπόλλ]ωνι τῷ Πυθίῳ οἷς ὀνόματα Ὡραῒς καὶ {καὶ} Ἀφροδίσιος τιμᾶς ἑκάτερον μνᾶν τριῶν καὶ τὰν τιμὰ[ν]
[ἀπέχ]οντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλ<ιο>ς Διόδωρος Ὀρέστα. παραμεινάτωσαν δὲ Ὡραῒς
5 [καὶ Ἀφ]ροδίσιος Ἀπολλωνίᾳ καὶ Ἑρμίᾳ ποι<έ>οντες τὸ ἐπιτασόμενον πᾶν τὸ δυνατόν. ἐξουσίαν δὲ ἐχέ-
[τωσα]ν̣ ἐπιτιμέοντες τρόπ[ῳ] ᾧ κα θέλωντι πλὴν μὴ πωλέοντες. εἰ δέ [τ]ι πάθῃ Ἀπολλωνία ἢ Ἑρμία[ς],
[ἐλεύθ]εροι ἔστωσαν Ὡραῒς καὶ Ἀφροδίσιος καὶ ὑπαγέτωσαν πᾷ κα θέλωντι. ε[ἰ δ]τις ἐφάπτοιτο Ὡραΐδος ἢ
[Ἀφροδ]ισίου ἐπὶ καταδουλισμῷ, κύριος ἔστω ὁ παρατυχὼν συλέων ἐλαυθέρους, ἀζάμιος ὢν καὶ ἀνυπόδικ[ος]
[πάσας δίκα]ς καὶ ζαμίας. εἰ δέ τι γένοιτο ἐξ Ὡραΐ[δ]ο[ς] τέκνον ἐν τῷ τᾶς παραμονᾶς χρόνῳ, κύριος ἔστω Ἑρμ[ίας]
10 [— — — — — —] καὶ εἰ πωλε<ῖ>ν θέ<λ>οι. εἰ δὲ <θ>έλοι Ὡραῒς μὴ παραμένε<ι>ν Ἑρμίᾳ μετὰ τομ[— — — —]
[— — — — — — δ]ότω μνᾶς τρεῖς κ̣α̣ὶ Π̣ΕΑΟ[․․․]ω̣ν τριῶν εὐαρεστῶν. μάρτυρες οἵ τε ἱε[ρεῖς — — — —]
Search Help
Contact Us