[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Κλέωνος τοῦ Νικία, μηνὸς Θεοξενίου, βου-
λευόντων Ξεναγόρα{ι} τοῦ Ἁβρομάχου, Λυσιμάχου τοῦ Νικά-
νορος, ἀπέδοτο Σωτηρὶς Διονυσίου τῶι Ἀπόλλωνι τῷι Πυθί-
ῳ ἐπ’ ἐλευθερίαι κοράσιον οἰκογενές, ᾧ ὄνομα Ξεκοκράτεα,
5 τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν. βε-
[β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Θεόξενος Φιλαιτώλου,
καθὼς ἐπίστευσε Ξενοκράτ[ε]α τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀν[έ]φαπτον ἀπὸ πάντων τὸν
πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο Ξενοκρατέας ἐπὶ
10 καταδουλισμῷ, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό-
μενος καὶ ὁ βεβαιωτὴρ· ὁμοίως δὲ καὶ [ὁ παρα]τυχὼν ἐξο[υσίαν]
ἐχέτω συλέων Ξενοκράτεαν ἐλευθέρα[ν], ἀζάμι[ο]ς ὢν [κα]
ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ [τε] ἱε<ρ>εῖς τοῦ Ἀπό[λ]-
λωνος Διόδωρος Φιλονίκου, Δάμων Πολεμάρχου, Διονύσιος Ἀ<σ>τοξέ-
15 [νου, κ]αὶ ἰδιῶται Ἄγων Ποπλίου, Νικίας Φιλονίκου, Ἀντίγονος Βαβύλου.
Search Help