[ ]
Phokis — Delphi — undated
1 | [ἄρχ]οντος Δαμοξένου [τ]οῦ Διοδώρου, μηνὸς Ἰλαίου, βουλευόντων Λέωνος |
[τοῦ] Ξε̣ν̣[ο]φάντου, Ἀριστοκλέο<ς> τοῦ Ἡράκωνος, ἀπέδοτο Σωτηρὶς Διονυσίου ἐπ’ ἐλευ- | |
[θε]ρίαι τῶι Ἀπ[ό]λ̣λωνι τῷι Πυθίωι σώματα γυναικεῖα οἰκ̣ογενῆ οἷς ὀνόματα Ἐπαφρόδιτον, | |
[Σω]στράτα, Διονυσία{ι}, Ὀνασίφορον, Ζωσίμα, Ἐπίκτησις, Νικοβού<λ>α, τιμᾶς ἀργυρίου μνᾶν εἴκοσι, κα- | |
5 | [ὶ τὰ]ν τιμὰν ἀπέχω πᾶσαν, καθὼς ἐπίστευσε ἐπ’ ἐλευθερίᾳ τὰν ὠνὰν τῶι θεῶι ἐφ’ ᾧτε ἐλεύθερα εἶμεν |
[καὶ] ἀνέφαπτα ἀπὸ πάντων τὸν πάντα χρόνον, μ[η]δενὶ μηδὲν ποθεί[κο]ντα κατὰ μηδένα τρόπον. | |
[εἰ δ]έ̣ τις ἐφάπτοι[τ]ο τῶν προγεγραμμένων σωμάτων ἐπὶ καταδο[υ]λισμῷ, β[έ]βαιον παρεχόντω τῶι θεῶι | |
[τ]ὰν ὠνὰν καὶ τοῖς πεπιστευκότοις τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ο<ἱ> βεβαιωτήρες· καὶ ἄλλος ὁ παρατυχὼν ἐν | |
ἐλευθερίαν ἀφαιρείμενος κύριος ἔστω, ἀζάμιος ὢν καὶ ἀνυπόδικο[ς πάσ]α[ς] δ̣ίκας καὶ ζαμίας. βεβαιωτῆρες κα- | |
10 | τ̣ὰ τοὺς νόμους τᾶς πόλιος Λυσίμαχος Νικάνορος, Λέων Ξενοφ[ά]ν[του. π]α̣ραμινάτω[σ]αν δὲ τὰ προγεγραμ- |
μένα σώματα Σωτηρεῖ τὸν τᾶς ζωᾶς χρόνον, π[ᾶν] ποιο[ῦν]τα τὸ ἐπιτ[α]σσόμενον· εἰ δὲ μὴ | |
ποιέοισαν, ἐξουσίαν ἐ{χε}χέτω {²⁶ἐχέτω}²⁶ Σωτηρὶς ἐπιτιμέουσα τοῖς προγεγραμ[μέ]νοις σωμάτοις τρόπωι | |
ᾧ κα θέλῃ, ἄλλος δὲ μηθείς. εἰ δέ τι γενναθείη ὑπ’ αὐτῶν ἐν τῷ τᾶς παραμονᾶς χρόνωι, ἔστωσαν ἐ- | |
λεύθερα, μηδενὶ μηδὲν ποθ[ή]κοντα. εἰ δέ τι γενηθείη περὶ Σωτηρὶν ἀν[θρ]ώπινον, ἀπολελυμένα | |
15 | ἔστωσαν παραμονᾶς τὰ προγεγραμμένα σώματα, μηδενὶ μηδὲν ποθήκοντα κατὰ μηδένα τρόπον. <μάρτυροι> |
οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Δάμων Πολεμάρχου, Διονύσιος Ἀστοξένου, καὶ ἰδιῶ̣ται Θεόξενος, Ἀγών, Νικάνωρ. |