[ ] Phokis — Delphi — undated
1 θεός. [τύ]χ(α) ἀ[γαθά].
Δελφοὶ Δελφὸν ἐποίησαν
καὶ ἔδωκαν Μ. Αὐρ. Διονυσιανῷ
ἰατρῷ Ἀμοργίῳ Μεινοήτῃ πο-
5 λειτείαν καὶ βουλὴν, αὐτῷ καὶ
ἐκγόνοις αὐτοῦ, προμαντείαν,
προξενίαν, προεδρίαν, ἀσυλ[ίαν],
[γᾶς καὶ οἰκί]ας ἔ̣[νκτ]η̣[σ]ιν καὶ
[τἄλλα τείμια ὅ]σα τοῖς καλοῖς καὶ
10 [ἀ]γαθ[οῖς ἀνδρ]άσι δίδοται vacat
[ἐ]πὶ [ἄρχον]τος Αὐρ. Κλεοπάτρου.
Search Help
Contact Us