[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Κλέωνος τοῦ Νεικία, μηνὸς Θεοξενίου, βουλευόντων Ξεναγόρα [τοῦ]
Ἁβρομάχου, Λυσιμάχου τοῦ Νεικάνορος, ἀπέδοτο Σωτηρὶς Διονυσίου τῷ Ἀπόλ[λω]-
νι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κοράσιον οἰκογενὲς ᾧ ὄνομα Ξενοκράτεα, τειμᾶς ἀ[ργυ]-
ρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν [ἀ]πέχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς [πό]-
5 λιος Πάσων Πολεμάρχου. παραμ[ε]ινάτω δὲ Ξενοκράτεα Σωτηρεῖ τὸν τὰς ζωᾶς αὐ[τᾶς]
χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμενον ἀνενκλήτως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσ[ίαν]
ἐχέτω Σωτηρὶς ἐπιτειμέουσα Ξενοκράτεαν τρόπῳ ᾧ κα θέλῃ. εἰ δέ τι ἀν[θρ]ώπινον γ[ένοι]-
το περὶ Σωτηρίν, ἔστω Ξενοκράτεα ἐλευθέρα, μηδενὶ μηδὲν ποθήκουσα [κ]ατὰ μηδ[ένα]
τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ξενοκρατέας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν[τω τῷ θεῷ]
10 τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος ἔστω συλέ]-
ω[ν] Ξενοκράτεαν ὡς ἐλευ[θέρ]αν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα[ς δίκας καὶ ζαμί]-
[ας]. εἰ δέ τινα γένοιντο ἐκ Ξενοκρατέας ἐκγεννάματα ἐν [τῷ τᾶς παραμονᾶς χρόνῳ, ἔστω]-
[σα]ν ἐλεύθερα μηδενὶ μηδὲν ποθήκοντα κατὰ μηδέν[α τρόπον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλ]-
[λ]ωνος τοῦ Πυθίου Φίλων Στρατάγου, Πολέμαρχος Δ[άμωνος, καὶ ἰδιῶται — — —]
15 [․․5․․]ΟΣ Λέωνος, Θεό[ξε]νος, Δάμων Πολεμάρχου vac. [ἐπὶ δὲ ἄρχοντος — — —]
μηνὸ[ς] Ἐνδυσποιτρ[οπίο]υ, ἀπέλυσε Σωτηρὶς τᾶς πα[ραμονᾶς Ξενοκράτεαν, λαβοῦσα τὸ ἐν τᾷ ὠνᾷ]
[κ]αταγεγραμμένο[ν χρῆμ]α, ἐφ’ ᾧτε ἐλευθέρα [— — — —]
Search Help
Contact Us