[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Κλέωνος τοῦ Νεικία, μηνὸς Θεοξενίου, βουλευόντων Ξεναγόρα [τοῦ] |
Ἁβρομάχου, Λυσιμάχου τοῦ Νεικάνορος, ἀπέδοτο Σωτηρὶς Διονυσίου τῷ Ἀπόλ[λω]- | |
νι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ κοράσιον οἰκογενὲς ᾧ ὄνομα Ξενοκράτεα, τειμᾶς ἀ[ργυ]- | |
ρίου μνᾶν τριῶν, καὶ τὰν τειμὰν [ἀ]πέχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς [πό]- | |
5 | λιος Πάσων Πολεμάρχου. παραμ[ε]ινάτω δὲ Ξενοκράτεα Σωτηρεῖ τὸν τὰς ζωᾶς αὐ[τᾶς] |
χρόνον, ποιοῦσα τὸ ἐπιτασσόμενον ἀνενκλήτως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσ[ίαν] | |
ἐχέτω Σωτηρὶς ἐπιτειμέουσα Ξενοκράτεαν τρόπῳ ᾧ κα θέλῃ. εἰ δέ τι ἀν[θρ]ώπινον γ[ένοι]- | |
το περὶ Σωτηρίν, ἔστω Ξενοκράτεα ἐλευθέρα, μηδενὶ μηδὲν ποθήκουσα [κ]ατὰ μηδ[ένα] | |
τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ξενοκρατέας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν[τω τῷ θεῷ] | |
10 | τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρ[ιος ἔστω συλέ]- |
ω[ν] Ξενοκράτεαν ὡς ἐλευ[θέρ]αν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσα[ς δίκας καὶ ζαμί]- | |
[ας]. εἰ δέ τινα γένοιντο ἐκ Ξενοκρατέας ἐκγεννάματα ἐν [τῷ τᾶς παραμονᾶς χρόνῳ, ἔστω]- | |
[σα]ν ἐλεύθερα μηδενὶ μηδὲν ποθήκοντα κατὰ μηδέν[α τρόπον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλ]- | |
[λ]ωνος τοῦ Πυθίου Φίλων Στρατάγου, Πολέμαρχος Δ[άμωνος, καὶ ἰδιῶται — — —] | |
15 | [․․5․․]ΟΣ Λέωνος, Θεό[ξε]νος, Δάμων Πολεμάρχου vac. [ἐπὶ δὲ ἄρχοντος — — —] |
μηνὸ[ς] Ἐνδυσποιτρ[οπίο]υ, ἀπέλυσε Σωτηρὶς τᾶς πα[ραμονᾶς Ξενοκράτεαν, λαβοῦσα τὸ ἐν τᾷ ὠνᾷ] | |
[κ]αταγεγραμμένο[ν χρῆμ]α, ἐφ’ ᾧτε ἐλευθέρα [— — — —] |