[ ]
Phokis — Delphi — undated
1 | [ἄ]ρχοντος Εὐκλείδα τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βουλευόντων Ἐράτωνος τοῦ Κλέωνος, |
Βαβύλου τοῦ Λαιάδα, Σωτ[ύλ]ο[υ] τοῦ Σωστράτου, ἀπέδοτο Διόδωρος Αἰσχύλου, συνευαρεστ[ε]- | |
[ού]σας καὶ τᾶς γυναικὸς αὐτοῦ Νικοῦς καὶ τᾶς θυγατρὸς Δαμοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθί[ωι] | |
κ̣ο̣ράσιον οἰκογενὲς αἷ ὄνομα Τιμάνδρα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν [ἔ]χει πᾶσ[αν]. | |
5 | βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Καλλίστρατος Αἰακίδα, καθὼς ἐπίστε[υσε] |
Τιμάνδρα τῶι θεῶι τὰν ὠνάν, ὥστε ἐλευθέραν εἶμεν καὶ ἀν[έφα]πτον ἀπὸ πάν[των] | |
τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο Τιμάνδρας ἐπὶ κα[τ]αδου[λισμῶ]ι, βέβαιον πα[ρε]- | |
χόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· [κύριος δὲ ἔ]στω κα[ὶ ὁ πα]- | |
ρατυχὼν συλέων Τιμάνδραν ἐπ’ ἐλευθερίαι, ἀζάμιος [ὢν καὶ ἀ]νυπόδ[ικος] | |
10 | πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς Ν]ικό[στ]ρατο[ς Ἄ]ρχωνο[ς, Ξε]- |
νόκριτος Μένητος· Δάμων Ὀρθαίου, Κα[λλ]ίας Εὐκλείδα, Εὐκλείδας Αἰακίδα. |