FD III 3:295
[ ] Phokis — Delphi — undated
1 [ἄ]ρχοντος Εὐκλείδα τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βουλευόντων Ἐράτωνος τοῦ Κλέωνος,
Βαβύλου τοῦ Λαιάδα, Σωτ[ύλ]ο[υ] τοῦ Σωστράτου, ἀπέδοτο Διόδωρος Αἰσχύλου, συνευαρεστ[ε]-
[ού]σας καὶ τᾶς γυναικὸς αὐτοῦ Νικοῦς καὶ τᾶς θυγατρὸς Δαμοῦς, τῶι Ἀπόλλωνι τῶι Πυθί[ωι]
κ̣ο̣ράσιον οἰκογενὲς αἷ ὄνομα Τιμάνδρα, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν [ἔ]χει πᾶσ[αν].
5 βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Καλλίστρατος Αἰακίδα, καθὼς ἐπίστε[υσε]
Τιμάνδρα τῶι θεῶι τὰν ὠνάν, ὥστε ἐλευθέραν εἶμεν καὶ ἀν[έφα]πτον ἀπὸ πάν[των]
τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο Τιμάνδρας ἐπὶ κα[τ]αδου[λισμῶ]ι, βέβαιον πα[ρε]-
χόντω τὰν ὠνὰν τῶι θεῶι οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· [κύριος δὲ ἔ]στω κα[ὶ ὁ πα]-
ρατυχὼν συλέων Τιμάνδραν ἐπ’ ἐλευθερίαι, ἀζάμιος [ὢν καὶ ἀ]νυπόδ[ικος]
10 πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς Ν]ικό[στ]ρατο[ς Ἄ]ρχωνο[ς, Ξε]-
νόκριτος Μένητος· Δάμων Ὀρθαίου, Κα[λλ]ίας Εὐκλείδα, Εὐκλείδας Αἰακίδα.
Search Help
Contact Us