[ ]
Phokis — Delphi — undated
1 | σ[τραταγέ]οντος τῶ[ν Φωκέων — — — — τοῦ — — — — —, μηνὸς — — —, ἐν δὲ Δελφοῖς] |
ἄρχοντος Εὐκλείδ[α τοῦ Αἰακίδα, μηνὸς — — —, βουλευόντων Ἐράτωνος τοῦ Κλέ]- | |
ων[ος, Β]αβύλου τοῦ Λα̣ι̣[άδα, Σωτύλου τοῦ] Σω[στράτου, ἀπέδοτο Στράταγος — —]- | |
ος Δ[ρ]ύμ̣ιος τῶι Ἀπόλλ[ωνι τῶι Πυθίωι] σώματ̣[α, γυναικεῖα μὲν δύο οἷς ὀνόματα Ζωπύρα] | |
5 | Πυ[κι]νά, κοράσια δὲ δύο [οἷς ὀνόματα] Παρθένα, [Διονυσία, ἀνδρεῖα δὲ δύο οἷς ὀνόμα]- |
τα Νικίας, Σωκράτης οἰκο[γ]ενῆ [τει]μ̣ᾶς ἀργυρίου μ[νᾶν — — καὶ τὰν τιμὰν ἔχει πᾶ]- | |
σαν. βεβαιωτῆ[ρ<ες> Κ]λεοξενίδας Κρ[ιτ]ολά̣ου Δρύ[μιος], Δελ[φὸς — — — — — —]- | |
ρου. παραμεινά[τ]ωσαν δ̣ὲ̣ Στρατάγωι τὰ προγεγραμμένα [σώματα] Ζωπ[ύρα, Πυκινά, Παρ]- | |
θένα, Διονυσία, Νικίας, Σωκράτης πάντα τὸν χρόνον ἕως κ[α ζῇ Στράταγ]ος δουλ̣[εύ]- | |
10 | οντες καὶ ποιοῦντες πᾶν τὸ ἐπιτασσόμενον ἀνεγκλήτως. ε[ἰ] δὲ μὴ παραμείναιε[ν] |
ἢ μὴ ποιέοντι τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω Στράταγος ἐπιτιμέων τρόπωι ὧι | |
κα θέλῃ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. ἐπεὶ δέ κα τι πάθῃ ἀνθρώ- | |
πινον Στράταγος, ἔ̣στ[ωσ]αν τὰ προγεγραμμένα σώματα π[ά]ντα ἐλεύθερα καὶ ἀνέφα̣- | |
πτα ἀπὸ πάντων τ[ὸ]ν π[άν]τα βίον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι, βέβαιον πα̣- | |
15 | ρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες. ὁμοίως δὲ καὶ ὁ πᾳ- |
ρατυχὼν κύριος ἔστω συλέων ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας | |
καὶ ζαμίας. μ[άρ]τυροι ὅ τε ἱερεὺς τοῦ Ἀπόλλωνος Νικόστρατος Ἄρχωνος, Ξενόκριτος Μέ- | |
νητος, ἰδιῶται Δάμων Μένητος, Καλλίστρατος Αἰακίδα, Δάμων Ὀρθαίου· Καλλικράτη[ς] | |
Κλεοξ<ε>νίδα, Καλλικράτης Νικάνορος Δρύμιοι. |