[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Εὐκλείδα τοῦ Αἰακίδα, μηνὸς Θεοξενίου, βουλευόντων Βαβύλου, Ἐράτωνος, Σωτύλου, ἐπ̣ὶ τοῖσδε
ἀπέδοτο Ἀπολλώνιος Ταυρίωνος καὶ Ὀλυνπιὰς Πτολεμαίου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυν[αικ]εῖον ᾇ ὄ-
νομα Ζωσίμα, συνευαρεστεούσας καὶ τᾶς θυγατρὸς αὐτῶν Σωτηρίος, ἐπὶ παραμονᾷ. βεβαιωτὴρ κατὰ το[ὺ]ς νόμο<υ>ς Εὐ-
[κ]λείδας Ἡρακλείδα. εἰ δέ τις ἐφάπτοιτο Ζωσίμας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι θεῶ[ι τ]ὰν ὠνὰν
5 [ο]ἵ τε ἀποδόμενοι, καὶ ὁ βεβαιωτὴρ βεβαιούτω. κύριος δὲ ἔστω καὶ ἄλλος συλέων Ζωσίμαν ἀζάμιος ὢ[ν κ]αὶ ἀνυπό-
[δ]ικος πάσας δίκας καὶ ζαμίας. ἐπεὶ δέ κά [τι] πάθῃ Ἀπολλώνιος ἢ Ὀλυνπιὰς, δότω Ζωσίμα Σωτηρ[εῖ] ἀργυρίου
[μ]νᾶς τρεῖς καὶ βρέφος ἐνιαύσιον, καὶ ἐλευθέρα ἔστω. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόσ[τρ]ατος, Ξε-
[ν]όκριτος, καὶ ἰδιῶται Ἁβρόμαχος, Νικαῖος, Ἀμύντας.
Search Help
Contact Us