[ ]
Phokis — Delphi — undated
1 | [ἄρ]χοντος Νικάνδρου, μηνὸς Ἰλαίου, βουλευόντων Νικία, Μέντορος, Ὀρθαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πύρρος Ἀτεισίδα |
[τῶ]ι Ἀπόλλωνι τῷ Πυθίῳ σώματα τρία, δύο μὲν γυναικεῖα αἷς ὀνόμα[τα] Βώτα, Σωκράτεια, Σωσίας, τὸ γενὸς [οἰ]κογενῆ, τιμᾶς ἀ[ρ]γυ- | |
[ρίο]υ μνᾶν δέκα καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. β[εβα]ιωιτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Φιλόνικος Διοδώρου, καθὼς ἐπίστευσα[ν] | |
[Β]ώτα, Σωκράτεια, Σωσίας τῶι θεῷ τὰν ὠνὰ[ν] ἐφ’ ᾧτε ἐλευθέρους εἷμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον ποιοῦντα[ς] ὅ | |
5 | κα θέλωντι καὶ ἀποτρέχοντας ᾇ κα θέλωντι· εἰ δέ [τι]ς ἐφάπτοιτο Βώτας ἢ Σω[κρατ]είας ἢ Σωσία ἐπὶ καταδουλισμῶι βέβαιον παρε- |
χόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβα[ιωτ]ήρ· ὁμοίως δὲ καὶ ὁ πα[ρατυ]χὼν κύριος ἔστω συλέων τὰ προγεγραμ[μένα] | |
σώματα ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος [πάσας] δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρ[ατος], | |
Δάμων, ἰδιῶται Ἐράτων Καλλείδα, Εὔπολις. |