[ ] Phokis — Delphi — undated
1 [ἄρ]χοντος Νικάνδρου, μηνὸς Ἰλαίου, βουλευόντων Νικία, Μέντορος, Ὀρθαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πύρρος Ἀτεισίδα
[τῶ]ι Ἀπόλλωνι τῷ Πυθίῳ σώματα τρία, δύο μὲν γυναικεῖα αἷς ὀνόμα[τα] Βώτα, Σωκράτεια, Σωσίας, τὸ γενὸς [οἰ]κογενῆ, τιμᾶς ἀ[ρ]γυ-
[RI/O]U MNA=N DE/KA KAI\ TA\N TIMA\N A)PE/XEI PA=SAN. B[EBA]IWITH\R KATA\ TOU\S NO/MOUS TA=S PO/LIOS *FILO/NIKOS *DIODW/ROU, KAQW\S E)PI/STEUSA[N]
[Β]ώτα, Σωκράτεια, Σωσίας τῶι θεῷ τὰν ὠνὰ[ν] ἐφ’ ᾧτε ἐλευθέρους εἷμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸν πάντα βίον ποιοῦντα[ς]
5 κα θέλωντι καὶ ἀποτρέχοντας ᾇ κα θέλωντι· εἰ δέ [τι]ς ἐφάπτοιτο Βώτας ἢ Σω[κρατ]είας ἢ Σωσία ἐπὶ καταδουλισμῶι βέβαιον παρε-
χόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβα[ιωτ]ήρ· ὁμοίως δὲ καὶ ὁ πα[ρατυ]χὼν κύριος ἔστω συλέων τὰ προγεγραμ[μένα]
σώματα ἐπ’ ἐλευθερίᾳ ἀζάμιος ὢν καὶ ἀνυπόδικος [πάσας] δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρ[ατος],
Δάμων, ἰδιῶται Ἐράτων Καλλείδα, Εὔπολις.
Search Help
Contact Us