[ ] Phokis — Delphi — undated
1 [ἄρχ]οντος Νικάνδρου τοῦ Βούλωνος, βουλευόντων Νικία, Μέντορος, Ὀρθαίο[υ, ἐ]πὶ τοῖσδε ἀπέ[δ]οτο [Εἰράνα]
[Νικ]ία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα οἰκογενῆ ἀνδρεῖα δύο οἷς ὀνόματα Πολύνικος καὶ Ἐπ[ίν]ικος τ[ιμᾶς]
[ἀρ]γυρίου ἕκαστον αὐτῶν μνᾶν τριῶν καὶ [τὰν] τιμὰν ἀπέ[χει πᾶσ]αν καθὼς ἐπίστ[ευ]σαν Πολύνι[κ]ο[ς]
καὶ Ἐπίνικος τ[ῶ]ι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλ[ευθέρ]ους εἶ[μεν καὶ ἀνεφάπτους τὸν πάντα χρόνον [ποιοῦντ]ες ὅ κα
5 [θέ]λωντι καὶ ἀποτρέχοντες [ᾇ] κα θέλωντι. βεβαιωτὴρ κα[τὰ τοὺς νόμ]ους τᾶς πόλιος Νικίας Φ[ιλ]ο[νίκ]ου. παραμεινά-
[τωσ]αν δὲ Πολύνικος κ[αὶ] Ἐπίνικος Εἰράνᾳ ποιοῦ[ντ]ες τὸ ἐπιτασσόμενον πᾶν ἀνεν[κλήτως. εἰ δὲ μὴ ποι]έο[ισ]αν τὸ
[ἐπιτ]ασσόμενον π[ᾶν ἀνεν]κλήτως, κυρία ἔστω Εἰράνα ἐπιτιμ[έουσα τρόπωι ὧι κα θέ]λῃ. εἰ δέ τι[ς ἐφά]πτοιτο Πο-
[λυνίκ]ου ἢ Ἐπινίκου, β[έβα]ιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ἅ τ[ε ἀποδομένα] καὶ ὁ βεβαιωτήρ. κ[ύρ]ιος δὲ ἔστω
[καὶ] ἄλλος ὁ παρατυχὼν συλέων ὡς ἐλευθέρους ὄντας ἀζά[μιος ὢν καὶ][νυ]πόδικος πάσας δίκας καὶ ζ[αμ]ίας.
10 [μά]ρτυροι οἵ τε ἱερῖς τοῦ Ἀπόλωνος {²⁶Ἀπόλλωνος}²⁶ τοῦ Πυθίου Λαιάδας, Νικόσστρατος καὶ ἰδιῶται Φίλων Στρατάγου, Διονύσιος,
[Πά]τρων Ἀ[ρισ]τοβούλου, Ἀρχίας, Διόδωρος.
Search Help
Contact Us