[ ] Phokis — Delphi — 39/8 BC
1 [ἄρχοντος Ἀμύντα τ]οῦ Εὐαγγέλου, μη[νὸς — — —]-
[ου, βουλευόν]τω[ν] Διοδώρου τοῦ Δωρο[θέου, Σω]-
[στράτο]υ το[ῦ] Διονυσίου ἀπέδο[τ]ο Ἐράτω[ν]
[Κλέ]ωνος τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σ[ῶ]μα ἀνδρεῖ-
5 [ον] οἰκογενὲς ὧι ὄνομα Ἀφροδεί[σι]ο̣ς ἐπ’ ἐλε-
[υ]θερίᾳ τειμᾶς ἀργυρίου μνᾶν δέ[κα] καὶ τὰν τε-
[I]MA\N E)/XEI PA=SAN. BEBAIWTH=RES KATA\ TO[U\S] NO/MOUS T-
ᾶς πόλιος Διόδωρος Δωροθέου, Ξεν[όκριτ]ος Μένητ-
ος, καθὼς ἐπίστευσε Ἀφροδίσιος τῶι θεῶι τ[ὰν ὠ]νάν, ἐφ’ ᾧτ-
10 ε̣ ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν [π]άντα βίον ποι-
[έο]ντα ὅ κα θέλῃ καὶ ἀποτρέχοντα ᾇ κα θέληι. εἰ δέ τις [ἐφ]άπτοιτο Ἀ-
φροδεισίου ἐπὶ καταδουλισμῷ, βέβαιον παρε[χ]έτωι τῶι
[θ]εῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρ[ε]ς. ὁμοίως δὲ
[κ]αὶ ὁ παρατυχὼν κύριος ἔστωι συλέων Ἀφροδε̣[ίσ]ιον ἐλεύ-
15 [θ]ερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας [κ]αὶ ζαμίας.
μάρτ[υροι] οἵ τε ἱερεῖς το[ῦ Ἀπό]λλωνος Ξενόκ[ρι]το[ς, Νικόσ]τρατος·
[․․]#⁷Ρ[․․․․․․]ΛΕΜΑΡ[— — — — — — — — — — —]
Search Help
Contact Us