[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ἀντιφίλ[ου τοῦ] |
Γοργίλου, μηνὸς Θεοξενί[ου, βου]- | |
λευόντων Ἀριστοκλέα [τοῦ] | |
Φιλονείκου, Δάμωνος τοῦ [Πο]- | |
5 | λεμάρχου, ἀπέδοτο Ἐράτω[ν] |
[Κ]λέωνος τῷ Ἀπόλλωνι τῷ | |
[Π]υθίωι ἐπ’ ἐλευθερίᾳ σῶμ[α] | |
[γ]υναικεῖον οἰκογενὲς ᾧ [ὄ]- | |
νομα Ἰταλία τειμᾶς ἀ[ρ]- | |
10 | γυρίου μνᾶν πέντε καὶ [ἡ]- |
μιμναίου καὶ τὰν τειμὰ[ν] | |
ἀπέχω πᾶσαν. βεβαιωτὴρ κ[α]- | |
τὰ τοὺς νόμους τᾶς πόλιος | |
Ἀριστοκλέας Φιλονείκου. ε[ἰ] | |
15 | [δ]έ τις ἐφάπτοιτο Ἰταλία[ς] |
[ἐ]πὶ καταδουλισμῷ, βέβα[ι]- | |
[ον] παρεχόντωι τῶι θεῷ τὰ[ν] | |
ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ | |
βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ | |
20 | [πα]ρατυχὼν κύριος ἔστω σ[υ]- |
[λέ]ων Ἰταλίαν ὡς ἐλευθέ[ραν] | |
[οὖ]σαν ἀζάμιος ὢν καὶ ἀ[νυ]- | |
[πό]δικος πάσας δίκας καὶ [ζα]- | |
μίας. μάρτυρες οἵ τε ἱερεῖ[ς] | |
25 | τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ] |
Φίλων καὶ Πολέμαρχος, κα[ὶ] | |
ἰδιῶτ<αι> Καλλίστρατος, Ἀν[τι]- | |
γένης, Μελισσίων, Εὐκλε[ί]- | |
δας, Μεγάρτας, | |
30 | Αἰακίδας. |