[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἀντιφίλ[ου τοῦ]
Γοργίλου, μηνὸς Θεοξενί[ου, βου]-
λευόντων Ἀριστοκλέα [τοῦ]
Φιλονείκου, Δάμωνος τοῦ [Πο]-
5 λεμάρχου, ἀπέδοτο Ἐράτω[ν]
[Κ]λέωνος τῷ Ἀπόλλωνι τῷ
[Π]υθίωι ἐπ’ ἐλευθερίᾳ σῶμ[α]
[γ]υναικεῖον οἰκογενὲς ᾧ [ὄ]-
νομα Ἰταλία τειμᾶς ἀ[ρ]-
10 γυρίου μνᾶν πέντε καὶ [ἡ]-
μιμναίου καὶ τὰν τειμὰ[ν]
ἀπέχω πᾶσαν. βεβαιωτὴρ κ[α]-
τὰ τοὺς νόμους τᾶς πόλιος
Ἀριστοκλέας Φιλονείκου. ε[ἰ]
15 [δ]έ τις ἐφάπτοιτο Ἰταλία[ς]
[ἐ]πὶ καταδουλισμῷ, βέβα[ι]-
[ον] παρεχόντωι τῶι θεῷ τὰ[ν]
ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ
βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ
20 [πα]ρατυχὼν κύριος ἔστω σ[υ]-
[λέ]ων Ἰταλίαν ὡς ἐλευθέ[ραν]
[οὖ]σαν ἀζάμιος ὢν καὶ ἀ[νυ]-
[πό]δικος πάσας δίκας καὶ [ζα]-
μίας. μάρτυρες οἵ τε ἱερεῖ[ς]
25 τοῦ Ἀπόλλωνος τοῦ Πυθίο[υ]
Φίλων καὶ Πολέμαρχος, κα[ὶ]
ἰδιῶτ<αι> Καλλίστρατος, Ἀν[τι]-
γένης, Μελισσίων, Εὐκλε[ί]-
δας, Μεγάρτας,
30 Αἰακίδας.
Search Help
Contact Us