[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρ]χοντος Ἐράτωνος, μ[ηνὸς] Ἰλαίου, βουλευόντων Πολεμάρχου τοῦ Δάμωνος, |
| [Β]αβύλου τοῦ Λαιάδα, ἀπέ[δοτ]ο Ἀθηναῒς Ἀθανίωνος τῶι Ἀπόλλωνι τῶι Πυθίῳ σῶ- | |
| μα γυναικεῖον ᾇ ὄνομα [Εὐα]μερίς, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν | |
| ἔχει πᾶσαν. βεβαιωτὴρ [κ]ατὰ τοὺς νόμους τᾶς πόλιος Νικίας Φιλονίκου. παραμι- | |
| 5 | νάτω δὲ Εὐαμερὶς Ἀθηναΐδι ἕως κα ζῆ, ποιοῦσα τὸ ἐπιτασσόμενον πᾶν ἀνενκλή- |
| τως τὸ δυνατόν. εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Ἀθηναῒς ἐπιτειμέουσα τρόπῳ ᾧ κα | |
| θέλῃ. ἐπεὶ δέ κά τι ἀνθρώπινον γένηται περὶ Ἀθηναΐδα, ἐλευθέρα ἔστω Εὐαμε- | |
| ρὶς καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τινα ἔγγονα γενηθείη ἐξ Εὐαμερίος ἐν τῷ | |
| τᾶς παραμονᾶς χρόνῳ, ἐλεύθερα ἔστω καὶ μηθενὶ μηθὲν ποθήκοντα. εἰ δέ τις ἐφά- | |
| 10 | πτοιτο Εὐαμερίος ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε |
| ἀποδομένα καὶ ὁ βεβαιωήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Εὐα- | |
| μερὶν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. εἰ δέ τι | |
| ἀνθρώπινον γένητ[αι π]ερὶ Ἀθηναΐδα, ποισάτωσαν τὰ ποτὶ γᾶν πάντα κοινῶς Εὐαμε- | |
| ρὶς καὶ Ὀνασίφορον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος, Ἁβρόμαχος, | |
| 15 | καὶ ἰδιῶται Εὐκλειδα[ς, Β]αβύλος, Νίκανδρος. |