[ ]
Phokis — Delphi — undated
1 | [ἄρχ]οντος Μεγάρτα [τ]οῦ Εὐαγγέλου, μηνὸς Θεοξενίου, βουλευόντων Θεοξένου τοῦ Φιλαιτώλου, Μένητος τοῦ Δά- |
[μ]ωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Θεόξενος Φιλαιτώλου, σ[υ]νευαρεστεούσας καὶ τᾶς γυναικὸς αὐτοῦ Καφοῦς κα[ὶ] | |
τοῦ υἱοῦ Φιλαιτώλου, τῷ Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀν̣δρε̣ῖον οἰκογενὲς ᾧ ὄνομα Στέφανος, ὁ ὁμόθηλος, τιμᾶ[ς] | |
ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν. βε̣βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ξεν̣αγόρας Ἁ[β]- | |
5 | ρομάχου, καθὼς ἐπίστευσ[αν τ]ῷ θεῷ τὰν ὠνὰν Θεόξενος καὶ ὁ ἀπελευθερισθεὶς Στέφανος, ἐφ’ ᾧτε ἐλε[ύ]- |
[θε]ρος εἶμ̣[ε]ν καὶ ἀνέφαπτο[ς ἀπὸ π]άντων̣ τ̣ὸν πάντα χρόνον, ποιῶν [ὃ κ]α [θέ]λῃ. εἰ δέ τις ἐφ[ά]πτ[ο]ι̣[τ]ο Στεφά- | |
νου ἐπὶ [κατ]αδουλισμῷ, βέβαιον παρεχ[όν]τω τῷ θεῷ τὰν ὠν<ὰν> ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιω[τήρ]· ὡσαύτως δὲ κα[ὶ ὁ] | |
παρατυχὼν κύρ[ιο]ς ἔστω συλέων Στέφανον ἐλεύθερον ἀπὸ πάντων [τὸ]ν πάντα χρόνον, ἀζάμιος ὢν καὶ ἀ[νυ]- | |
πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ [Ἀ]πόλλω[νο]ς Καλλίστρατος Αἰακίδα, Φίλων [Στρα]- | |
10 | τάγου, καὶ ἰδιῶται Ἐπί[ν]ικος Νικοσ[τ]ρά[το]υ, Λέων Ξεν[οφ]άντου, [Ἄγ]ων Ποπλ[ί]ο[υ]. |