[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ἀ[ντ]ι[γ]ένεος τοῦ Ἀρχία, μηνὸς Ποιτροπίου, βουλευόντων Φι[λ]- |
λέα τοῦ Λα̣μ̣ένεος, [Ἀ]θανίωνος [τ]οῦ Κλεοξενίδα, ἐπὶ τοῖσδε ἀπέδοτο | |
[Ἐράτων Κ]λέωνος σῶμα ἀνδρῆον οἰκογενὲς παιδάριον ὧι ὄνομα Θεό[ξε]- | |
νος, τι[μ]ᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχι πᾶσαν. βεβαιωτ[ὴρ κα]- | |
5 | τὰ τοὺς νόμους τᾶς πόλιος Μελισίων Διονυσίου. παραμινάτω δὲ Θεό[ξενος] |
[Ἐ]ράτωνι ἕως κα ζῇ Ἐράτων, ποιῶν τὸ ἐπιτασόμενον πᾶν ἀνενκλήτω[ς]. | |
[εἰ δ]ὲ [μ]ὴ πειθαρχέοι Θεόξενος ἢ μὴ ποιέοι τὸ ἐπιτασόμεν<ον>, ἐξουσίαν ἐχ[έ]- | |
[τω Ἐρ]άτων ἐπιτειμέων τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κά τι γένηται περὶ Ἐράτω- | |
[ν]α, ἀπὸ τήνου τοῦ χρόνου ἐλεύθερος ἔστω Θεόξενος καὶ μηθενὶ ποθείκω[ν] | |
10 | μηθὲν, καὶ ἐξουσίαν ἐχέτω ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων ᾇ κα θέλῃ. εἰ δέ τις ἐ- |
φάπτοιτο Θεοξένου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῶι τὰν ὠνὰν ὅ τ[ε] | |
ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· καὶ ὁμοίως ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων | |
Θεόξενον ἐλεύθερον, [ἀζ]άμιος ὢν καὶ ἀνυ[π]όδικος πάσας δίκας καὶ ζαμία[ς]. | |
[μ]άρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Φίλων Στρ[α]- | |
15 | τάγου, καὶ ἰδιῶται Μ[εγ]άρτας Εὐανγέλου, Πολέμαρχος Δάμωνος, Νικάνωρ [Λυσι]μάχου. |