[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἀ[ντ]ι[γ]ένεος τοῦ Ἀρχία, μηνὸς Ποιτροπίου, βουλευόντων Φι[λ]-
λέα τοῦ Λα̣μ̣ένεος, [Ἀ]θανίωνος [τ]οῦ Κλεοξενίδα, ἐπὶ τοῖσδε ἀπέδοτο
[Ἐράτων Κ]λέωνος σῶμα ἀνδρῆον οἰκογενὲς παιδάριον ὧι ὄνομα Θεό[ξε]-
νος, τι[μ]ᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχι πᾶσαν. βεβαιωτ[ὴρ κα]-
5 τὰ τοὺς νόμους τᾶς πόλιος Μελισίων Διονυσίου. παραμινάτω δὲ Θεό[ξενος]
[Ἐ]ράτωνι ἕως κα ζῇ Ἐράτων, ποιῶν τὸ ἐπιτασόμενον πᾶν ἀνενκλήτω[ς].
[εἰ δ][μ]ὴ πειθαρχέοι Θεόξενος ἢ μὴ ποιέοι τὸ ἐπιτασόμεν<ον>, ἐξουσίαν ἐχ[έ]-
[τω Ἐρ]άτων ἐπιτειμέων τρόπῳ ᾧ κα θέλῃ. ἐπεὶ δέ κά τι γένηται περὶ Ἐράτω-
[ν]α, ἀπὸ τήνου τοῦ χρόνου ἐλεύθερος ἔστω Θεόξενος καὶ μηθενὶ ποθείκω[ν]
10 μηθὲν, καὶ ἐξουσίαν ἐχέτω ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων ᾇ κα θέλῃ. εἰ δέ τις ἐ-
φάπτοιτο Θεοξένου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θεῶι τὰν ὠνὰν ὅ τ[ε]
ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· καὶ ὁμοίως ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συλέων
Θεόξενον ἐλεύθερον, [ἀζ]άμιος ὢν καὶ ἀνυ[π]όδικος πάσας δίκας καὶ ζαμία[ς].
[μ]άρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Φίλων Στρ[α]-
15 τάγου, καὶ ἰδιῶται Μ[εγ]άρτας Εὐανγέλου, Πολέμαρχος Δάμωνος, Νικάνωρ [Λυσι]μάχου.
Search Help
Contact Us