[ ] Phokis — Delphi — undated
1 [ἄρχ]οντος Μελισσί[ωνος τοῦ Διονυσίου, μηνὸς — — —]ίου, βουλευ-
[όντων] Ἀριστοκ[λέα τοῦ Φιλονίκου, Ἀντιφίλου τοῦ Γορ]γίλου, ἀπέδον-
[το Τρύφ]ερον Τρ[ύφωνος(?) καὶ Σμύρνα Τρύφωνος(?) τῶι Ἀπόλ]λωνι τῶι
[Πυθίωι][π’ ἐλευθερίᾳ κοράσιον ᾇ ὄνομα Σωτηρίχα τιμᾶς ἀ]ρ̣[γ]υ̣ρί[ου]
5 [μνᾶν — — — — καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς]
[νόμους τ]ᾶς πό[λιος] Κλέων Νικία. εἰ δέ τ̣[ις ἐ]φάπτοιτο Σωτηρίχα[ς ἐπὶ]
[καταδου]λισμῶι βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν αἵ τε ἀ-
[ποδόμε]ναι καὶ ὁ βεβαιωτήρ. κύριος δὲ ἔστω καὶ ὁ παρατυχὼν συλέων
[Σωτηρ]ίχαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πά-
10 [σα]ς δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Σωτηρίχα Τρυφέροι καὶ Σμ[ύ]-
ρ̣[ν]ᾳ τὸν τᾶς ζωᾶς αὐτᾶν χρόνον πᾶν ποιοῦσα τὸ ἐπιτασσόμενο[ν]
πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ παραμένοι ἢ μὴ ποιέ<ο>ι τὸ ἐπιτασσόμενον,
ἐξουσίαν ἐχέτωσαν Τρύφερον καὶ Σμύρνα ἐπιτιμέουσαι Σωτη[ρί]-
χᾳ τρόπωι ᾧ κα θέλωντι. δότω δὲ Σωτηρίχα Τρύφωνι τῶι υἱῶι Σμ[ύρνας β]ρέφος
15 E)NI[A]U/SION. EI) DE\ QE/LOI PROAPELQEI=N *SWTHRI/XA PARA\ *TRUFE/R[OU KAI\ *S]MU/RNAS,
[δότω] αὐταῖς ἀργυρίου μνᾶς τρεῖς καὶ ἔστω ἐλευθέρα. μάρτυρ[οι ο]ἵ τε ἱερεῖς
[τοῦ Ἀ]πόλλωνος Καλλίσρατος, Διόδωρο[ς] καὶ ἰδιῶται Ἐράτων, [Ἀ]ντίφιλος,
[․․c.7․․, Ε]ὐάγγε̣[λ]ος, Ἀντιφάνης, Ἡρακλείδας.
Search Help
Contact Us