[ ] Phokis — Delphi — undated
1 ἐπὶ ἄρχοντος Ἀντιγέν[εο]ς τοῦ Ἀρχία,
μηνὸς Ἀμαλίου, ἀπέλυσεν Ἡρακλείδ[ας]
Γλαυκία τᾶς παραμονᾶς Σωσίαν καὶ Φι[λάρ]-
γυρον, ἀ[πο]λα[β]ὼν τὰν παραμονὰν ἀρ[γυ]-
5 ρίου μνᾶ[ς δ]έκα, ἐφ’ ᾧτε ἐλεύθεροι εἶμε[ν]
ἀπὸ πάντων τὸν πάντα χρόνον. μάρ-
τυρες Βαβύλος Αἰακίδα, Διόδωρος Δωροθ[έ]-
ου, Δωρόθεο<ς> Ἀ{α}νδρονίκου {²⁶Ἀνδρονίκου}²⁶, Θεόξενος Φ̣]-
λαιτώλου, Ἐράτω<ν> Κλέωνος
Search Help
Contact Us