[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Νικάνδρου τοῦ Βούλωνος, |
μηνός Βουκατίου, βουλευόντων Νικία, | |
Μέντορος, Ὀρθαίου, ἐπὶ τοῖσδε ἀπέδοτο | |
[Κ]λεόδαμος Ἀντιπάτρου, συνευαρεστ[ε]- | |
5 | [ο]ύσας καὶ τᾶς θυγατρὸς αὐτοῦ Κλεοῦς, [τῷ] |
[Ἀπ]όλλωνι τῶι Πυθίῳ κοράσιον ᾇ ὄνομα [Ὀ]- | |
[να]σίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, κ[αὶ] | |
[τὰ]ν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ [κατὰ] | |
τοὺς νόμους τᾶς πόλιος Ἄ[ρχων] Νικοσστράτου. εἰ δέ τις ἐφάπτοιτο Ὀνα- | |
10 | [σιφόρ]ου ἐπὶ καταδουλισμῷ, βέβαιον παρε- |
[χόντω] τῶι θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος | |
[Κλεό]δαμος καὶ ὁ βεβαιωτὴρ Ἄρχων. παραμι- | |
[νάτω] δὲ Ὀνασίφορον [Κ]λεοδάμῳ καὶ Θεο- | |
[δοσίᾳ] τᾷ γυναικὶ Κλε[ο]δάμου ἕως κα ζῶντι | |
15 | [Κλεόδ]αμος καὶ Θεο[δο]σία, ποιοῦσα πᾶν |
[ἀνεγκ]λήτως. εἰ δὲ [μὴ] ποέοι, κύριος ἔστω | |
[Κλεό]δαμος καὶ Θεο[δ]οσία ἐπιτιμέοντες | |
[τρόπ]ῳ ᾧ κα θέλω[ν]τι. μάρτυροι οἵ τε ἱε- | |
[ρεῖς τ]οῦ Ἀπόλλωνο[ς] Λαιάδας, Νικόστρα- | |
20 | [τος, κ]αὶ ἰδιῶται Ἀρχίας, Πάσων, Εὐκλείδας. |