[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Νικάνδρου τοῦ Βούλωνος,
μηνός Βουκατίου, βουλευόντων Νικία,
Μέντορος, Ὀρθαίου, ἐπὶ τοῖσδε ἀπέδοτο
[Κ]λεόδαμος Ἀντιπάτρου, συνευαρεστ[ε]-
5 [ο]ύσας καὶ τᾶς θυγατρὸς αὐτοῦ Κλεοῦς, [τῷ]
[Ἀπ]όλλωνι τῶι Πυθίῳ κοράσιον ᾇ ὄνομα [Ὀ]-
[να]σίφορον, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, κ[αὶ]
[τὰ]ν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ [κατὰ]
τοὺς νόμους τᾶς πόλιος Ἄ[ρχων] Νικοσστράτου. εἰ δέ τις ἐφάπτοιτο Ὀνα-
10 [σιφόρ]ου ἐπὶ καταδουλισμῷ, βέβαιον παρε-
[χόντω] τῶι θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος
[Κλεό]δαμος καὶ ὁ βεβαιωτὴρ Ἄρχων. παραμι-
[νάτω] δὲ Ὀνασίφορον [Κ]λεοδάμῳ καὶ Θεο-
[δοσίᾳ] τᾷ γυναικὶ Κλε[ο]δάμου ἕως κα ζῶντι
15 [Κλεόδ]αμος καὶ Θεο[δο]σία, ποιοῦσα πᾶν
[ἀνεγκ]λήτως. εἰ δὲ [μὴ] ποέοι, κύριος ἔστω
[Κλεό]δαμος καὶ Θεο[δ]οσία ἐπιτιμέοντες
[τρόπ]ῳ ᾧ κα θέλω[ν]τι. μάρτυροι οἵ τε ἱε-
[ρεῖς τ]οῦ Ἀπόλλωνο[ς] Λαιάδας, Νικόστρα-
20 [τος, κ]αὶ ἰδιῶται Ἀρχίας, Πάσων, Εὐκλείδας.
Search Help
Contact Us