[ ] Phokis — Delphi — undated
1 [ρ]χοντος Ταραντίνου, [μηνὸς Δαιδ]αφορίου, βουλευόντων Φιλαιτώλου, [Δά]-
[μω]νος, Κλεοδάμου, Δά[μωνος, ἀπέδο]το Κλεοπάτρα Ξενοκρ[ίτ]ου, συναυαρ̣[εσ]-
τέοντος {²⁶συνευαρεστέοντος}²⁶ καὶ τοῦ ἀνδρὸς [αὐτᾶς ․․․․]νίκου καὶ τᾶς γυναικὸς [․․c.8․․․]
[Λ]αδ̣ίκ̣ας, τῷ Ἀπόλλωνι [τῷ Πυθίῳ σῶ]μα ἀνδρεῖον ᾧ ὄνομα Μην[όδωρος τὸ γέ]-
5 νος Καπάδοξ, τιμᾶς ἀργυ[ρίου μνᾶν δέ]κα, καὶ τὰν τιμὰν ἔχει πᾶ[σαν. βεβαι]-
[ω]τῆρες κατὰ τοὺς νόμους [τᾶς πόλι]ος Κλεόδαμος, Δάμων, Α[․c.6․․],
καθὼς ἐπίσ[τ]αυσε {²⁶ἐπίστευσε}²⁶ Μηνόδ[ωρος τῷ] θεῷ τὰν ὠνὰν ἐφ’ ᾧτε ἐ[λεύθερον]
εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάν[των τὸ]ν πάντα χρόνον ποιοῦν[τα ὃ κα θέλῃ]
[κ]αὶ ἀποτρέχοντα οἷς κα θέλῃ· εἰ [δέ τις ἐ]φάπτοιτο ἐπὶ καταδουλισ[μῶι Μη]-
10 [ν]οδώρου βέβαιον παρεχόντω [τῷ θεῷ] τὰν ὠνὰν Κλεοπάτρα καὶ ὁ ἀ[νὴρ]
αὐτᾶς Φλ]όνικος καὶ οἱ βεβα[ιωτῆρε]ς· καὶ ὁμοίως ὁ παρατυχὼν κ[ύριος]
ἔστω συ[λέ]ων Μηνόδωρον ἐ[λεύθερ]ον ὄντα ἀζάμιος ὢν καὶ ἀνυ[πόδικος]
πάσας δίκ[ας] καὶ [ζαμ]ίας. μάρ[τυροι ο]ἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς Αἰακίδας],
Βαβύλος καὶ ἰδιῶται Σώτηρο[ς, ․․․․․]#⁷ΑΣ, Ἀγησίλαος, Μέντ̣[ωρ․]
Search Help
Contact Us