[ ] Phokis — Delphi — 182 BC — SGDI 2220
1 [ἄρχο]ντος Διονυσί[ου] το[ῦ Ἀστοξένου, μηνὸς ․․]-
[․․․․], βουλευόντων Κλέωνος τοῦ Ν[ικία, Εὐκλέος]
[τοῦ] Ἄρχωνος, ἀπέδοτο Κλεοπάτρα Ε[․․c.8․․․ τῷ]
[Ἀπόλ]λωνι τῷ Πυθίῳ παιδάριον ᾧι ὄνο[μα Εὐάμε]-
5 [ρος ἐ]φ’ ᾧ{ε}τε {²⁶ᾧτε}²⁶ ἐλεύθερον εἶμεν καὶ μὴ ποθ[․․]
[․․․ Α]ἰακίδᾳ μηδὲ ἐκ<γ>όνοις. βεβαιωτὴρ κατὰ τοὺς νόμου[ς]
τᾶς πόλιος Φιλλέας Λαμένους, καθὼς ἐπίστευσε
Εὐάμερος τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερο[ς]
εἰμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα
10 χρόνον καὶ μηδενὶ μηδὲν ποθήκων κατὰ μηδέ-
να τρόπον. εἰ δέ τις ἐφάπτοιτο Εὐαμέρου ἐπὶ κατ[α]-
δουλισμῷ βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν
ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ
παρατυχὼν κύριος ἔστω συλέων Εὐάμερον ὡ[ς]
15 ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδικ[ος]
πάσας δίκας [κα]ὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖ[ς τοῦ]
Ἀπόλλωνος Φίλων [κα]ὶ Πολέμαρχος καὶ
ἰδιῶται Λαμένη[ς — — — — — — — — — — Αἰα]-
κίδας, Ἀθανίω[ν — — — — — — — — — — — —]
Search Help
Contact Us