[ ]
Phokis — Delphi — 182 BC — SGDI 2220
| 1 | [ἄρχο]ντος Διονυσί[ου] το[ῦ Ἀστοξένου, μηνὸς ․․]- |
| [․․․․], βουλευόντων Κλέωνος τοῦ Ν[ικία, Εὐκλέος] | |
| [τοῦ] Ἄρχωνος, ἀπέδοτο Κλεοπάτρα Ε[․․c.8․․․ τῷ] | |
| [Ἀπόλ]λωνι τῷ Πυθίῳ παιδάριον ᾧι ὄνο[μα Εὐάμε]- | |
| 5 | [ρος ἐ]φ’ ᾧ{ε}τε {²⁶ᾧτε}²⁶ ἐλεύθερον εἶμεν καὶ μὴ ποθ[․․] |
| [․․․ Α]ἰακίδᾳ μηδὲ ἐκ<γ>όνοις. βεβαιωτὴρ κατὰ τοὺς νόμου[ς] | |
| τᾶς πόλιος Φιλλέας Λαμένους, καθὼς ἐπίστευσε | |
| Εὐάμερος τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύθερο[ς] | |
| εἰμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα | |
| 10 | χρόνον καὶ μηδενὶ μηδὲν ποθήκων κατὰ μηδέ- |
| να τρόπον. εἰ δέ τις ἐφάπτοιτο Εὐαμέρου ἐπὶ κατ[α]- | |
| δουλισμῷ βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν | |
| ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ | |
| παρατυχὼν κύριος ἔστω συλέων Εὐάμερον ὡ[ς] | |
| 15 | ἐλεύθερον ὄντα ἀζάμιος ὢν καὶ ἀνυπόδικ[ος] |
| πάσας δίκας [κα]ὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖ[ς τοῦ] | |
| Ἀπόλλωνος Φίλων [κα]ὶ Πολέμαρχος καὶ | |
| ἰδιῶται Λαμένη[ς — — — — — — — — — — Αἰα]- | |
| κίδας, Ἀθανίω[ν — — — — — — — — — — — —] |