[ ]
Phokis — Delphi — 182 BC — SIG(3) 630
| 1 | [ἄρχοντος ἐν Δελφοῖ]ς Δημοσθένου, δόγμα Ἀμφικ[τιόνων· ἐπειδὴ βασιλεὺς] |
| [Εὐμένης παρειληφ]ὼς παρὰ τοῦ πατρὸς βασιλέως Ἀττάλο[υ τήν τε πρὸς τοὺς θεοὺς] | |
| εὐσ[έβειαν καὶ τὴ]ν πρὸς τοὺς Ἀμφικτίονας εὔνοιαν καὶ διατη[ρῶν τὴν πρὸς Ῥωμαίους] | |
| φιλίαν ἀεί [τινος ἀγ]αθοῦ παραίτιος γινόμενος διατελεῖ τοῖς Ἕλλησ[ιν καὶ μετεσχηκὼς] | |
| 5 | τῶν αὐτῶν κ[ινδύ]νων ὑπὲρ τῆς κοινῆς ἀσφαλείας πολλαῖς τῶ[ν Ἑλληνίδων] πό[λεων] |
| δωρεὰς δέδ[ωκ]εν ἕνεκεν τοῦ διατηρεῖσθαι τὴν ὑπάρχουσ[αν αὐτον]ομίαν δι’ ἣν | |
| αἰτίαν καὶ Ῥω[μαῖ]οι θεωροῦντες αὐτοῦ τὴν προαίρεσιν ἐπευξ[ήκασιν τ]ὴμ βασιλείαν | |
| νομίζοντες [δεῖ]ν καὶ τῶμ βασιλέων ὅσοι μὲν ἐπιβουλεύουσιν [τοῖς Ἕλλ]ησιν τυγχάν[ειν] | |
| τῆς καθηκού[σης] ἐπιπλήξεως, ὅσοι δὲ μηθενὸς γίνονται κακοῦ [παραίτιο]ι τούτους τ[ῆς] | |
| 10 | μεγ[ί]στης [ἀξιο]ῦσθαι παρ’ ἑαυτοῖς πίστεως· ἀπέσταλκεν δὲ κ[αὶ θε]ωροὺς τοὺς |
| παρακαλέσ[οντ]ας τοὺς Ἀμφικτίονας, ὅπως τὸ τῆς Ἀθηνᾶς τῆς Ν[ικηφό]ρου τέμενος | |
| συναναδε[ίξωσι]ν ἑαυτῶι ἄσυλον, καὶ τοὺς ἀγῶνας οὓς διέγ[νωκε] συντελεῖν | |
| στεφανίτα[ς τό]ν τε μουσικὸν ἰσοπύθιον καὶ τὸν γυμνικὸν κα[ὶ ἱππι]κὸν ἰσολύμπιον | |
| ἀποδέξων[ται· ἀ]πελογίσαντο δὲ καὶ οἱ θεωροὶ τὴν τοῦ βασιλέως [εὔ]νοιαν ἣν ἔχων | |
| 15 | δ[ια]τελεῖ κ[οινῆι τ]ε πρὸς ἅπαντας τοὺς Ἕλληνας καὶ καθ’ ἱδίαν π[ρὸ]ς τὰς πόλεις· |
| [ὅπως οὖν καὶ οἱ Ἀμ]φικτίονες φαίνωνται ἐπακολουθοῦντες το[ῖς] ἀξιουμένοις | |
| [καὶ τιμῶντες τ]ῶν βασιλέων ὅσοι διατηροῦντες τὴν πρὸς Ῥωμ[αί]ους τοὺς κοινοὺς | |
| [εὐεργέτας φιλία]ν ἀεί τινος ἀγαθοῦ παραίτιοι γίνονται τ[οῖς] Ἕλλησιν· τύχηι | |
| [ἀγαθῆι· δεδόχθα]ι τοῖς Ἀμφικτίοσιν ἐπαινέσαι βασιλέα [Εὐ]μένη βασιλέως | |
| 20 | [Ἀττ]άλου καὶ σ[τε]φανῶσαι δάφνης στεφάνωι τῶι ἱερῶι τ[οῦ Ἀ]πόλλωνος τοῦ |
| [Πυ]θίου ὧι πάτρι[όν] ἐστιν στεφανοῦν τοὺς ἑαυτῶν εὐεργέ[τ]ας, ἀρετῆς ἕνεκεν | |
| καὶ εὐνοίας τῆ[ς] εἰς τοὺς Ἕλληνας, στῆσαι δὲ αὐτοῦ καὶ εἰκ[ό]να χαλκῆν ἐφ’ ἵππου | |
| ἐν [Δ]ελφ[ο]ῖς, ἀναδεδεῖχθαι δὲ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Ν[ικ]ηφόρου τὸ πρὸς | |
| Περγάμ[ω]ι ἄσυλ[ο]ν εἰς ἅπαντα τὸν χρόνον καθ’ ἃ ἂν ἀφορίσ[ηι] βασιλεὺς Εὐμένης | |
| 25 | καὶ μηθ[έ]να ἄγ[ει]ν ἐ[κ] τοῦ περιωρισμένου τόπου μήτε πολέμ[ου] μήτε εἰρήνης |
| πρὸς [ἴδι]ο̣ν [σύμβολον]· ἀποδεδέ[χθ]αι δὲ [κ]α[ὶ] τοὺς ἀγῶ[να]ς [τοὺ]ς στεφανίτας | |
| [τῶν Νικηφορίων οὓς συντελεῖ βασιλεὺς Εὐμένης, καὶ εἶνα]ι καὶ τ[αῖς τιμαῖς καὶ τοῖς] | |
| [λοιποῖς πᾶσι τοῖς ἐν τοῖς νόμοις γεγραμμένοις τὸμ μὲν μ]ουσικὸν ἰσ[οπύθιον, τὸν δὲ] | |
| [γυμνικὸ]ν καὶ ἱπ<π>ικὸν ἰσ[ολύμπιον· ἀναγράψαι δὲ τὸ ψήφ]ισμα ἐν Δ[ελφοῖς εἰς τὴν] | |
| 30 | [βάσιν το]ῦ ἀνδριάντος τ[οῦ πατρὸς βασιλέως Ἀττάλο]υ καὶ ἐμ Π[εργάμωι ἐν τῶι] |
| [ἱερῶι τῆ]ς Ἀθηνᾶς τῆς Νικη[φόρου· κηρῦξαι δὲ τὸν στέ]φανον το[ῦ βασιλέως κ]αὶ τὴν | |
| [ἀσυλί]αν τοῦ ἱεροῦ ἐν τοῖς ἀγ[ῶσι τῶν Πυθίων καὶ Σωτηρί]ων. |