[ ]
Phokis — Delphi — 166 BC
1 | πρεσβευτᾶν [παραγενομένων παρὰ τοῦ δάμου τοῦ Σαρ]- |
διανῶν Ἐπικούρο[υ τοῦ Ἐπικούρου, Διονυσίου τοῦ Κλεάν]- | |
δρου καὶ ἐπελθόντων ἐ[πὶ τὰν ἐκκλησίαν ἀποδοῦ]- | |
[ν]αι ψάφισμα καὶ παρακαλε[σάντων τὰν πόλιν μετὰ σπου]- | |
5 | [δᾶ]ς καὶ φιλοτιμίας ἀκολο[ύθως τοῖς ἐν τῶι ψαφίσματι] |
[κα]τακεχωρισμένοις ὅπω[ς, ὃν ὁ δᾶμος ὁ Σαρδιανῶν πο]- | |
[τι]εψαφισμένος ἐστὶ ἱππικὸν [ἀγῶνα ἰσολύμπιον τοῖς] | |
[ἀγ]ώνοις οἷς συντελεῖ τᾶι τε [Νικαφόρωι Ἀθάναι καὶ βασιλεῖ] | |
[Εὐμ]ένει, ἀποδέξηται ἁ πόλις· ἀ[γαθᾶι τύχαι· ἔδοξε τᾶι] | |
10 | [πό]λει τῶν Δελφῶν ἐν ἀγορᾶι τε[λείωι σὺμ ψάφοις ταῖς] |
[ἐν]νόμοις· [ἐ]πειδὴ ὁ δᾶμος ὁ Σαρ[διανῶν, εὐσεβῶς μὲν] | |
καὶ ὁσίως διακείμενος ποτ[ὶ τὸ θεῖον, εὐγνωμό]- | |
νως δὲ καὶ τὰ ποτὶ τὸν βασιλ[ῆ Εὐμένη, ἐψαφί]- | |
ξαντο μὲν καὶ πρότερον ἀγῶνας σ[τεφανίτας τᾶι τε] | |
15 | Νικαφόρωι Ἀθάναι καὶ βασιλεῖ Εὐμέν[ει μουσικόν τε] |
καὶ γυμνικὸν ἰσοπυθίους καὶ ἀπεδέξ[ατο ἁ πόλις] | |
[φ]ιλοφρόνως ἀνανεωσαμένα τὰ ποτὶ [Σαρδιανοὺς] | |
φιλάνθρωπα, καὶ νῦν δ[ὲ] ποτιεψαφισμέ[νου τοῦ δά]- | |
[μ]ου τοῦ Σαρδιανῶν ἀγῶνα ἱππικὸν ἰσο[λύμπιον· δεδό]- | |
20 | χθαι τᾶι πόλει ἀποδέξασθαί τε τὸν ἀ[γῶνα καθὼς οἱ] |
πρεσβευταὶ παρεκάλεον καὶ ἐπαινέσ[αι τὸν δᾶμον] | |
τὸν Σαρδιανῶν ἐπὶ τᾶι προαιρέσει ἃν ἔ[χει ποτὶ τὸ θεῖ]- | |
ον καὶ βασιλῆ Εὐμένη, στεφανῶσαί τε α[ὐτὸν πάλιν] | |
τῶι τοῦ θεοῦ στεφάνωι δάφναι ὧι πάτρι[όν ἐστι Δελ]- | |
25 | φοῖς· τὰς δὲ ἀναγορεύσεις ποιήσασθαι τοῦ [στεφάνου] |
τοὺς Σαρδιανῶν ἄρχοντας ἐν τοῖς ἀγομένο[ις παρ’ αὐτοῖς] | |
Παναθηναίοις καὶ Εὐμενείοις ἐν τῶι θεάτρ[ωι ἐν ταῖς] | |
ἐπιφανεστάταις ἁμέραις· ἐπαινέσαι δὲ καὶ [τοὺς πρεσ]- | |
βευτὰς Ἐπίκουρον Ἐπικούρου, Διονύσιον Κλεάν[δρου ἐπὶ] | |
30 | τᾶι ἐνδαμίαι ἇι ἐποιήσαντο καλῶς καὶ εὐσχη[μόνως] |
καὶ ἀξίως τοῦ τ’ ἐξαποστείλαντος αὐτοὺς [δάμου] | |
καὶ τᾶς πόλιος ἁμῶν καὶ αὐτοσαυτῶν· δεδό[σθαι δὲ αὐ]- | |
τοῖς καὶ ἐγγόνοις παρὰ τᾶς πόλιος προξενία[ν, προμαν]- | |
τείαν, προεδρίαν, ἀσυλίαν καὶ τὰ ἄλλα φιλάνθ[ρωπα ὅσα] | |
35 | καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις [τᾶς πόλιος]· |
ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξένια τοὺς ἐπιδ[αμιοργοὺς] | |
τὰ μέγιστα ἐκ τῶν νόμων· ἀναγ[ρ]άψ[αι δὲ τοὺς ἄρ]- | |
χον[τας] τόν τε στέφανον τοῦ δάμου καὶ [τὰν προ]- | |
ξενίαν τῶν πρεσβευτᾶν ἐν τῶι ἱερῶι το[ῦ θεοῦ]. |