[ ]
Phokis — Delphi — 166 BC — SGDI 2643
1 | [ἔδοξε τᾶι πόλ]ει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ ὁ δᾶμος ὁ Σαρδιανῶν, φίλ[ος κα]ὶ |
[οἰκεῖος διὰ πρ]ογόνων ὑπάρχων τᾶς πόλιος, ψάφισμά τε καὶ πρεσβευτ[ὰ]ς ἐξαποστείλας Σώστρατον Σωστ[ράτ]ου, | |
[Ἀπολλωνί]δην Ἀσκληπιάδου, ἄνδρας καλοὺς κἀγαθούς, οἳ καὶ ἀποδόντες τὸ ψάφισμα καὶ ἐπελθό[ντες ἐπὶ] | |
[τὰν ἐκκλη]σίαν διέλεγεν ἀ[κ]ολούθως τοῖς ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις, σπουδᾶς καὶ φιλο[τιμίας] | |
5 | [οὐθὲν ἐνλ]είποντες, καὶ ἀ[ν]ανεωσάμενοι τὰν ὑπάρχουσαν αὐτ[ῶ]ν ταῖ πόλει παρὰ τοῦ δάμου προμαντεί[αν], |
[προδικί]αν, προεδρίαν καὶ πολιτείαν πα[ρε]κάλ[ε]ον τὰν πόλιν ἀπο[δέξα]σθαι τὰς θυσίας καὶ τὰν πανάγυ[ριν καὶ] | |
[τοὺς ἀγῶνας] ο[ὓ]ς προκ[εχ]εί[ρι]σ[ται] συντελ[εῖ]ν ὁ [δᾶμο]ς ὁ [Σαρδι]ανῶν [τᾶι τ]ε [Ἀθάναι] καὶ βασιλεῖ Εὐμένει τῶι Ε[ὐερ]- | |
[γέτηι, ὡς ἔγραψ]εν τᾶι πόλει αὐτός, στεφανίτας ἰσοπυθίους κατὰ π[ε]ν[ταε]τ[ίαν] μουσικόν [τ]ε καὶ γυμνικόν, ποταγο- | |
[ρεύοντες Παναθήν]αια κα[ὶ Εὐ]μέν[εια· ἀγαθ]αῖ τύχ[αι· δεδόχθ]αι τᾶι πόλει ἀποδέχεσθαι τάς τε θυσίας καὶ τὰν πανάγυρι[ν] | |
10 | [καὶ τοὺς ἀγῶνας κ]αθὼς παρεκάλ[εον οὓς διὰ] π[ενταετία]ς συντελεῖν πρ[οκεχειρισμένοι εἰ]σὶν Σαρδιανοὶ διαφυγόντες |
[τὸν μέγιστον] κίνδυνον μετά τ[ε τᾶς τ]ῶν [θεῶν] εὐν[ο]ίας καὶ [μετὰ τᾶς τοῦ β]ασιλέος Εὐμένεος ἀρετᾶς κα[ὶ] | |
[ἀνδραγαθίας ․3?․]ΛΕΙ[․․c.8․․․]ΚΑΤΑ[․․․․․․․․․․․․․․․]Λ[․]ΟΥΣΤΟΥ[․]ΝΤΟ[․․․․․]Λ [․․]ΑΝ[․․․․․․․]ΝΚΑΙΤΩΝΑΙ | |
[— — — — — — — — — —c.38— — — — — — — — — — — —]ΣΑΝ[․․]ΤΟΙΣ[․]ΟΜΟΙΣ· [ἑλέ]σθαι δὲ καὶ θεωροδόκον Δεξι- | |
[․․․․․c.15․․․․․․· ἐπ]α[ινέσα]ι δὲ καὶ τοὺς πρεσβευτὰς Σώστρατον Σωστράτου, Ἀπολλωνίδην Ἀσκλη[πι]- | |
15 | [άδου ἀρετᾶς ἕνεκεν κ]αὶ εὐσεβείας καὶ δ[ιότι] τὰν [ἀν]αστροφὰν ἐποιήσαντο ἀξίω[ς] τε τῶν ἐξαποστε[ι]- |
[λάντων αὐτοὺς καὶ τᾶς πόλιος ἁμῶν· εἶμεν δὲ κ]αὶ αὐτοῖς καὶ ἐκ[γ]όνοις προξενίαν, ἀσυλίαν, ἀτέλειαν καὶ γᾶς κα[ὶ] | |
[οἰκίας ἔγκτησιν καὶ τ]ὰ [ἄλλα] πά[ντα ὅσα καὶ] τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶς πόλιος· ἀποστ[εῖ]- | |
[λαι δὲ αὐτοῖς τὸν ἐπιδαμιοργ]ὸν ξένια [τὰ μέγ]ιστα ἐκ τῶ[ν] νόμων· τὸ δὲ ψάφισμα ἀναγράψαι ἐν τῶι [ἱ]- | |
[ερῶι τοῦ Ἀπόλλωνος — — — — —] |