[ ]
Phokis — Delphi — 183/2 BC — SIG(3) 629
| 1 | [θε]ός. [τύ]χα. |
| [ἔδοξε τοῖς] Αἰτωλοῖς· [ἐπ]εὶ βασιλεὺς Εὐμένης ὑπάρχων φίλος καὶ σύμμαχος διὰ προγόνων τὰν οὖσα[ν ἐκ πα]- | |
| [λαιῶν χρόνων ε]ὔνοιαν ἐμ παντὶ καιρῶι φανερὸς γίνεται συναύξων καὶ πολλὰς καὶ μεγάλας ἀποδείξε[ις] | |
| [πεποίηται τ]ᾶς ἐν τὸ ἔθνος εὐνοίας καὶ τοὺς ἄλλους Ἕλλανας, ἀεὶ τὰ συμφέροντα διαπρασσόμενο[ς], | |
| 5 | [σπουδᾶς καὶ] φιλοτιμίας οὐθὲν ἐνλείπων, γεγονότων τε αὐτοῖ πολλῶν καὶ μεγάλων εὐαμερημά[των] |
| [κατὰ τοὺς π]ολέμους ἐπαυξηκὼς τὰμ βασιλείαν καὶ ἐν τὰν καλλίσταν διάθεσιν ἀγνηκὼς κέκρικε | |
| [συντελεῖν] ἀγῶνας καὶ θυσίας τᾶι Ἀθάναι τᾶι Νικαφόρωι μετὰ τῶν ἀδελφῶν καὶ τοῦ δάμου τῶν | |
| [Περγαμηνῶ]ν, περὶ πλείστου ποιούμενος τὰν ποτὶ τοὺς θεοὺς εὐσέβειαν, παρακαλεῖ [δ]ὲ καὶ το[ὺς] | |
| [Αἰτωλοὺς ἐ]ξαπ[ε]σταλκὼς θεωροὺς Πέρσαν, Θεόλυτον, Κτήσιππον ἀποδέξασθαι τοὺς ἀγῶνας | |
| 10 | [τῶν Νικαφ]ορίων στεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἰσολύμπιον, |
| [καὶ ὡσαύτ]ως ἄσυλον τὸ τέμενος τᾶς Ἀθάνας τᾶς Νικαφόρου· δεδόχθαι τοῖς Αἰτωλοῖς [ἐπ]αινέσαι | |
| [μὲν βασιλέ]α Εὐμένη καὶ τοὺς ἀδελφοὺς αὐτοῦ Ἄτταλον, Φιλέταιρον, Ἀθήναιον καὶ βασίλισσαν | |
| [Ἀπολλωνίδα] τὰμ ματέρα αὐτῶν καὶ τὸν δᾶμον τῶν Περγαμηνῶν ἐπὶ τᾶι ποτὶ τοὺς [θεοὺ]ς εὐσεβεί[αι] | |
| [καὶ στεφανῶ]σαι ἕκαστον αὐτῶν εἰκόνι χρυσέαι, τὸμ μὲν βασιλέα ἐφ’ ἵππου, τοὺς δὲ ἄ[λλους πεζικᾶι], | |
| 15 | [ἀρετᾶς ἕνεκε]ν καὶ εὐνοίας τᾶς ἐ<ν τὸ ἔθνος>, ἀποδεδέχθαι δὲ καὶ τοὺς ἀγῶνας τῶ[ν Νικαφορίων οὓς] |
| [συντελεῖ βασ]ιλεὺς Εὐμένης [σ]τεφανίτας, τὸμ μὲν μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυ[μνικὸν <καὶ ἱππικὸν> ἰσολύμπιο]ν, | |
| [εἶμεν δὲ] κα[ὶ] τοῖς νικεόντοις τῶν Αἰτωλῶν τὰς τιμὰς καὶ τὰ λοιπὰ πάντα τὰ ἐν τ[οῖς νόμοις περί τε τῶν] | |
| [Πυθίων κ]αὶ Ὀλυμπίων {τὰ} κατακεχωρισμένα καὶ καθάπερ ὁ βασιλεὺς Εὐμένης ἀνα[δεικνύει] τὸ τέμ[ενος] | |
| [τᾶς Ἀθά]νας τᾶς Νικαφόρου τὸ ποτὶ Περγάμωι ἄσυλον, καθώς κα ὁρίξῃ, συναποδεδέχθαι τοὺς Αἰτω[λοὺς] | |
| 20 | [ἄσυλον] εἶμεν αὐτὸ τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰτωλίαι κατοικεόντων καὶ μηθένα ἄγειν μηδὲ ῥυσ[ι]- |
| [άζειν ἐ]ντὸς τῶν ὁρίων· εἰ δέ τίς κα ἄγῃ ἢ ῥυσιάξῃ ἢ ἀποβιάξαιτο ἢ διεγγυάσῃ, ὑπόδικον εἶμεν ἐν τοῖ[ς] | |
| [συνέδρ]οις τῶι ἀδικηθέντι καὶ ἄλλωι τῶι θέλοντι ἐν ταῖς ἐκ ποτιστάσιος δίκαις· ἀποστέλλειν δ[ὲ] | |
| [θεωρ]οὺς ἐν Πέργαμον, ἐπε[ί] κα ἁ θυσία καθήκηι τᾶι Ἀθάναι τᾶι Νικαφόρωι· τᾶς δὲ ἐκπονπᾶς ἐπι- | |
| [με]λεῖσθαι τὸν στραταγὸν ἀεὶ τὸν ἔναρχον· τοῖς δὲ θεωροῖς τοῖς ἐπαγγελλόντοις τοὺς ἀγ[ῶνας] | |
| 25 | [τῶν Ν]ικαφορίων καταστᾶσαι τὰς πόλεις ἑκάστας θεωροδόκους τῶν ἰδίων πολιτᾶν καὶ ἀνενεγ- |
| [κεῖ]ν τοὺς ἄρχοντας τοὺς ἀπὸ τᾶν πολίων τῶι στραταγ[ῶ]ι Προξένωι ἐν τὰ Πύθια, διδόμεν δὲ | |
| [ἐκέχει]ρον καὶ ξένια ὅσα καὶ τοῖς τὰ Ὀλύμπια ἐπαγγελλόντοις θεωροῖς δίδοντι· ὅπως δὲ καὶ ἐ[ν] | |
| [τοὺς ν]όμους καταχωρισθῇ ἅ τε ἀποδοχὰ τῶν ἀγώνων καὶ τοῦ ἱεροῦ ἁ ἀσυλία καὶ ἁ τῶν θ[ε]ωροδόκων | |
| [κατάστ]ασις καὶ τὰ ἄλλα τὰ ἐν τῶι ψαφίσματι κατακεχωρισμένα, ἐπιμέλειαν ποιήσασθαι τὸν στραταγὸν | |
| 30 | [Πρόξενον] καὶ τοὺς ἄλλους ἄρχοντας· ἐπαινέσαι δὲ καὶ τοὺς θεωροὺς Πέρσαν Δ[ιο]νυσίου Συρακόσιον, |
| [Θεόλυτον] Ἀρίστωνος Αἰγινάταν, Κτήσιππον Δαματρίου Περγαμηνὸν καὶ εἶμεν αὐτοὺς προξένους | |
| [καὶ εὐεργέτ]ας τῶν Αἰτωλῶν· ἔγγυος τᾶν προξενιᾶ[ν ὁ γ]ρ[αμματ]εύς· ἀναγράψαι δὲ καὶ τὸ ψάφισ[μ]α | |
| [τόδε ἐν στ]άλαις λιθίναις δύο καὶ ἀναθέμεν τὰν μίαν ἐν Θέρμο[ν], τὰν δὲ ἐν Δελφούς· τὸ δὲ γενόμεν[ο]ν | |
| [ἀνάλωμα] δόμεν τὸν ταμίαν τᾶς ΚΩΛ[․․․]Κ[․]Λ[․]Ι[․]ΡΙ[․]Ε[․․․․]Σ[․․․․]Λ[․․]ΙΛΙ τὸν γραμματῆ τῶν | |
| 35 | [․․․․c.13․․․․․]ιαν. vac. |