[ ] Phokis — Delphi — 160/59 BC — SIG(3) 671B
1 ἄρχοντος Ἀμφιστράτου, μηνὸς Θευξενίου, ἔ[δ]οξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείω[ι σύμ ψάφοις]
ταῖς ἐννόμοις· ἐπειδὴ βασιλεὺς Εὐμέ[ν]ης, ἀπ[ο]στειλάντων ἁμῶν ποτὶ αὐτὸν πρότερόν τ[ε πρεσβευ]-
τὰς Πραξίαν Εὐδόκου, Καλλίαν Ἐμμ[ε]νίδα[π]έρ τε σιτωνίας τᾶι πόλει καὶ ὑπὲρ τᾶς εὐκοσμ[ίας τοῦ ἱε]-
ροῦ, ὑπακούσας τὰ ἀξιούμενα ἐπαγγείλατο ποιήσειν καὶ τοῖς τε πρεσβευταῖς ἐνε[τείλατο]
5 ἀναγγέλλειν διότι πρόκειται αὐτῶι ἐπι[τ]ελεῖν τὰ παρακαλείμενα ὑπὸ τᾶς πόλιος κ[αὶ ἔγραψεν]
ὑπὲρ τούτων ποτὶ τὰν πόλιν καὶ μετὰ ταῦτα ἐξαπέστειλε καθάπερ ὡμολόγησε κα[ὶ ἐπιδέδω]-
κε τᾶι πόλει ὥσστε εἰς σειτωνίαν ἀργυρίου τρία τάλαντα ἀλεξάνδρεια καὶ ἡμιτάλαν[τον· ὁμοί]-
ως δὲ καὶ πάλιν ἁμῶν ἀποστειλάντων ποτὶ αὐτὸν πρεσβευτὰς Πραξίαν Εὐδόκου, Βάκχι[ον Ἄγρω]-
νος τοὺς ἀσπασαμένους τε αὐτὸν ὑ[π][ρ τ]ὰν πόλιν καὶ ἀπευχαριστήσοντας ἐπὶ τοῖς γεγον[ό]-
10 τοις εὐεργετημάτοις καὶ παρακαλέσοντας [κ]ατὰ τὰς δεδομένας αὐτοῖς ἐντολάς, φιλανθρώπως ἀ[πο]-
δεξάμενος αὐτοὺς ὁ βασιλεὺς ἀπέσταλκ[ε ἄλ]λο ἀργυρίου τάλαντον ἀλεξάνδρειον εἴς τε τὰς τι-
μὰς καὶ θυσίας τὰς ἐψαφισμένας αὐτῶι πρ[ότ]ερον καὶ σώματα εἰς τὰν ἐπισκευὰν τοῦ θεάτρου κ[αὶ]
τῶν ἄλλων ἀναθεμάτων καὶ τὰν ἄλλαν [χορ]αγίαν· ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει τὸ μὲν ἀρ-
γύριον ποθίερον εἶμεν, καθιστάμεν δὲ σ[ε]ιτώ[να]ς ἄνδρας τρεῖς μὴ νεωτέρους ἐτέων τριάκοντα μηδ[ὲ]
15 πρεσβυτέρους ἐτέων ἑξήκοντα ἀξιοχρ[έο]νας, οὕς κα οἱ πολλοὶ ἕλωνται ἐν τᾶι ἐκκλησίαι κ[ατα]-
γραψάντω δὲ οἱ ἄρχοντες ἐν τῶι μηνὶ τῶι Θ[ευ]ξενίωι τοὺς ὑπὸ τῶν πολλῶν προβληθέντας,
[σο]ι κα ἔωντι ἀξιοχρέονες, καὶ ἐπιγραψάν[τω] ἐπὶ σκινδύλια [τὸ] ὄνομα τὸ ἑ[κάστ]ου προ[βληθέν]-
[τος ․․․․․]· [οἷ]ς δέ κα πλεῖσται ἐνεχθέω[ντι ψᾶφο]ι, οὗτοι ἔστω[σαν ․․․․․․] πα [․․․․․15-16․․․․․․]
[․․․․․13․․․․․․]ο̣ν̣ παρὰ το̣ῦ̣ [— — — — —]
Search Help
Contact Us