[ ] Phokis — Delphi — undated
1 ἔδο[ξε τᾶι πόλει τῶν] Δελφῶν ἐν ἀ[γορᾶι] τελε[ίωι]
σὺμ ψ[άφοις ταῖς ἐν]νόμοις· ἐπειδὴ βα[σιλεὺ]ς Εὐμένης
φίλος [ὑπάρχων] τοῦ δάμου καὶ εὐεργέτας διὰ προγό-
νων κα[ὶ εὐσεβέ]ων ἔν τε τὸ θεῖον καὶ τὰν πόλιν ἀπέ-
5 στειλε γράμματα ποτὶ τὰν πόλιν καὶ ἀργυρίου τάλαν-
τα τρία ἀλεξανδρεῖα καμνᾶς τριάκοντα ὅπως
ὑπάρχῃ τᾶι πόλει ἐν σιτωνίαν διὰ παντός, ἀπελογίξα-
το δὲ διὰ τῶν γραμμάτων περί τε τᾶς τοῦ θεάτρου
κατασκευᾶς καὶ τῶν ἄλλων ἀναθημάτων ὅτι ἀποστε-
10 λεῖ ἀρχομένας τᾶς θερείας τοὺς οἰκοδομήσοντα̣[ς]·
ἀγαθᾶι τύχαι· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι β[ασιλέ]α
Εὐμένη ἐπί τε τ[ᾶι π]οτὶ τὸν θεὸν εὐσεβείαι καὶ πο[τὶ τὰν]
πόλιν εὐνοίαι κ[αὶ ἀπ]οδέξασθαι τα̣[— — — —]
Search Help
Contact Us