[ ] Phokis — Delphi — ca. 80-95 AD — SGDI 2731
1        θεός.    τύχα    ἀγαθά.
ἄρχοντος ἐν Δελφοῖς Γ. Μεμμίου Εὐθυδάμου
τὸ γʹ, μηνὸς Ἀμαλίου γʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ,
εὐφαμηθέντος Ἀρχελάου τοῦ Ὑγίνου τοῦ
5 γυμνασιάρχου, ἐπιδὴ οὗτος φιλοτείμως καὶ πολυ-
τελῶς ἄλιψεν παρ’ ἁμῖν, ἔδοξε τᾷ Δελφῶν πόλει
γραφῆμεν τὸν ἔπαινον αὐτοῦ ἐν τὰ δαμόσια τᾶς πό-
λεος γράμματα καὶ ἐν τὸν τοῦ Πυθίου Ἀπόλλωνος να-
όν, ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τὰν πόλιν.
Search Help
Contact Us