[ ]
Phokis — Delphi — ca. 80-95 AD — SGDI 2731
1 | θεός. τύχα ἀγαθά. |
ἄρχοντος ἐν Δελφοῖς Γ. Μεμμίου Εὐθυδάμου | |
τὸ γʹ, μηνὸς Ἀμαλίου γʹ, ἐν ἐννόμῳ ἐκκλησίᾳ, | |
εὐφαμηθέντος Ἀρχελάου τοῦ Ὑγίνου τοῦ | |
5 | γυμνασιάρχου, ἐπιδὴ οὗτος φιλοτείμως καὶ πολυ- |
τελῶς ἄλιψεν παρ’ ἁμῖν, ἔδοξε τᾷ Δελφῶν πόλει | |
γραφῆμεν τὸν ἔπαινον αὐτοῦ ἐν τὰ δαμόσια τᾶς πό- | |
λεος γράμματα καὶ ἐν τὸν τοῦ Πυθίου Ἀπόλλωνος να- | |
όν, ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς εἰς τὰν πόλιν. |