FD III 3:224
[ ] Phokis — Delphi — end 3rd c. BC — SIG(3) 579
1 [θεοί. ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι] σὺν ψάφοις ταῖς ἐννό[μοι]ς· ἐπειδὴ Ἑρμοκλῆς
[Φαινομένου ἀποσταλεὶς ἱερομνάμων ὑπὸ τᾶς πόλιος τῶ]ν Χίων τάς τε θυσίας τῶι θεῶι συνε̣τ̣έλεσ[ε]
[κὰτ τὰ πάτρια λαμπρῶς καὶ φιλοτίμως καὶ τὸν κρατῆρα ἐ]κέρασε τὸν ἀργύρεον τοῖς Θεοξενίοις καὶ ὕ-
[μνον γέγραφε τῶι θεῶι καὶ τὰν ἐπιδαμίαν ἐποιήσατο ἀ]ξίως τοῦ τε ἱεροῦ καὶ τῶν ἀποστειλάντων
5 [αὐτὸν καὶ ἐπελθὼν ποτὶ τὰν ἐκκλησίαν τὰν οἰκειότ]ατα τὰν ὑπάρχουσαν ἀπὸ Ἴωνος ἀπελογίξατο
[ποτί τε τὸν θεὸν καὶ τὰν πόλιν· ἀγαθᾶι τύχαι· δεδό]χθαι τᾶι πόλει ἐπαινέσαι μὲν τὰν πόλιν τῶν
[Χίων ἐπί τε τᾶι λοιπᾶι αἱρέσει καὶ ἐπὶ τῶι ἀγωνίζεσθ]αι ὑπὲρ τᾶς κοινᾶς ἐλευθερίας ἐκτενέως κα[ὶ]
[προθύμως καὶ στεφανῶσαι αὐτὰν δάφνας στεφάνωι τῶι] τοῦ θεοῦ καθὼς πάτριόν ἐστι Δελφοῖς ἀρ<ε>τᾶς ἕνεκ[α]
[καὶ εὐσεβείας τᾶς ἐν τὸ ἱερὸν καὶ τᾶς ποθ’ ἁμὲ εὐνοίας· σ]τεφανῶσαι δὲ καὶ αὐτὸν Ἑρμοκλῆν Φαινομένου
10 [Χῖον ἀρετᾶς ἕνεκα καὶ εὐσεβείας τᾶς ποτὶ τὸν θεὸν καὶ] τᾶς ποτὶ τὰν πόλιν εὐνοίας, ἀναγορεῦσαι δὲ τοὺ[ς]
[στεφάνους Πυθίοις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι καὶ Διο]νυσίοις, ἐπεί κα οἱ τῶν παίδων χόροι μέλλωντι
[ἀγωνίζεσθαι· δεδόσθαι δὲ αὐτῶι καὶ ἐκγόνοις προξενί]αν, προμαντείαν, προδικίαν, ἀσυλίαν, ἀτέλει-
[αν πάντων, προεδρίαν ἐμ πᾶσι τοῖς ἀγώνοις οἷς ἁ πόλις] τίθητι καὶ τἄλλα ὅσα καὶ τοῖς ἄλλοις προξέ-
[νοις καὶ εὐεργέταις· ἀναγράψαι δὲ τὸ ψάφισμα τόδε τ]οὺς ταμίας εἰς στάλας δύο καὶ ἀναθέμεν μ[ί]-
15 [αν μὲν ἐν Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὰν δὲ ἑτέρα]ν ἐν Χίωι.
[ἁ πόλις τῶν Δελφῶν στεφανοῖ δάφνας στεφάνωι τὸ]ν ἱερομνάμονα Ἑρμοκλῆ Φαινομένου Χῖον.
Search Help
Contact Us