FD III 3:220
[ ] Phokis — Delphi — 217-212 BC — SIG(3) 545; SGDI 2527
1 θεοί.
[ἄρχον]τος ἐν Δελφοῖς Πολυκλείτου, ἱερομναμονού[ν]-
[των ․]ιολου Φαρσαλίου, Πολεμάρχου Εἰδα<ί>ου, Φ[αλ]ακρίω-
[νο]ς Παροχθέου, Πειθιμένεος Θεστιέος, Φίλωνος Φυσκέ-
5 [ο]ς, [Λ]αμίου Λυσιμαχέος, Θρασυβουλίδα Στρατίου, Ἀρχιδά-
μου Καλλιπολίτα, [Τ]ιμάρχου Πτολεμαιέος, Λέωνος ΙΕΚ-
ΡΙΕΟΣ, Τιμομάχου Ὁμιλιάδα, Ἀριστά<ρ>χου Ἀμβρακιώτα· Δελ-
φῶν Παρνασίου, Βαβύ<λ>ου· Χίων Λεωχίδου· Βοιωτῶν Φιλοξέν-
ου, Νίκωνος· Ἀθηναίω[ν] Μενάνδρου· γραμματεύοντος
10 [Μ]οσχίωνος Ἡρακλειώτα· ἔδοξεν τοῖς Ἀμφικτιόνοις· ἐπειδὴ
Λεωχίδης Ἀναξιάδου Χῖος ἀποσταλεὶς ἱερομνάμων ὑπὸ τᾶ<ς>
πόλιος τᾶς Χίων, τά τε κατὰ τὰς θυσίας καλῶς καὶ λαμπρῶς
συνετέλεσεν, οὐδεμίαν ὑπερ<β>ολὴν καταλείπων φιλοτιμί-
ας τὰν πᾶσάν τε σπουδὰν ποιούμενος τᾶς εἰς τὸ δαιμόνιον
15 εὐσεβείας, ἐπεμελήθη δὲ τᾶς θεραπείας τῶν ἀναθημάτ-
ων, τοῦ τε βωμοῦ καὶ τῶν ἄλλω[ν π]άντων ὧν ἀνέθηκεν ἁ πό-
λις ἁ Χίων, τάς τε δίκας μετὰ τῶν συνιερομναμόνων τὰς μὲν
διέλυσε, τὰς δὲ διέκρινε δικαίως κατὰ τοὺς νόμ̣ους, διε[τ]έλει
δὲ καὶ χρείας παρεχόμενος πάντοις τοῖς ἀφικνουμένοις εἰς τὰ-
20 μ πόλιν, ἀπόδειξιν ποιούμενος τᾶς εὐνοίας ἃν ἔχει [ποτὶ τὸ ἔ]θν[ος]
τῶν Αἰτωλῶν καὶ τοὺς ἄλλους Ἀμφικτίονας, <ἔ>ν [τε τᾶι ἄλλαι ἀρ]-
χᾶι διατετέλεκεν τοῖς τε ἱερομναμόνοις καὶ τοῖς ἄλλ[οις ἐν]
πολλ<ο>ῖς καὶ μεγάλοις χρήσιμος ὢν καὶ λέγων καὶ π[ράσσων ἀεὶ]
τὰ συμφέροντα τοῖς Ἀμφικτιόνοις καὶ παρεχόμε[νος αὑτὸν ἄξι]-
25 ον τᾶ{τα}ς {²⁶τᾶς}²⁶ πόλιος τᾶς Χίων καὶ τῶν Αἰτωλῶν· ὅπ[ως οὖν τὸ κοινὸν]
τῶν Ἀμφικτιόνων φαίνηται τᾶς εὐχαριστία[ς τᾶς ποτὶ τοὺς εὐερ]-
γέτας καλῶς [προεσ]τακὸς καὶ <τι>μὰ<ς> ἀπο[νέμον αὐτοῖς ἀξίας]
τᾶς ἐν αὑτο<ὺ>ς [φιλο]τιμίας, ἐπαινέσαι τ[ὰμ πόλιν τὰν Χίων ἐπὶ]
τᾶι ἀποστολᾶι [τοῦ] ἀνδρός, ἐπαινέσαι δ[ὲ καὶ αὐτὸν Λεωχίδην]
30 Ἀνα<ξ>ιάδου Χῖον καὶ στεφανῶσαι χρυ[σέωι στεφάνωι καὶ εἰκόσι]
χαλκέαις δυσί· τὸν δὲ στέφανον ἀ[ναγορεῦσαι τοῖς Σωτηρί]-
οις ἐν τῶι ἀγῶνι τῶι γυμνικῶι κα[ὶ τοῖς Διονυσίοις ἐν τῶι θε]-
άτρωι, ἐπεί κα τῶν παίδων [χοροὶ μέλλωντι ἀγωνίζεσθαι, ὅτι]
[τοὶ Ἀμ]φικτίονες στεφαν[οῦντι — — — — — — — — — — — — — —]
35 [— — —][— — — — — —]
— — —
Search Help
Contact Us