FD III 3:218
[ ] Phokis — Delphi — ca. 235 BC — SIG(3) 506-507
A.1 θ[ε][ς].
ἄρχοντος ἐν Δελφοῖς [․․10-11․․․, πυλαίας ὀ]πωρινῆς, ἱερομνημονούντων Αἰ-
τωλῶν Ἀρισστολάου, Α[․․․․․․․․c.20․․․․․․․․]υ, Φαλάκρου, Ἀλεξαμενοῦ, Πολυστρ-
άτου, Κλεάνδρου, Λανί[κου, ․․․․․․c.16․․․․․․]υκρίτου· Δελφῶν Ἀρχίππου, Ἡρακλεί-
5 δου· Βοιωτῶν Λυσαν [․․․c.10․․․ Χίων Τιμοκρά]τους· ἔδοξε τοῖς ἱερομνήμοσιν· ἐπ-
ειδὴ Τιμοκράτης Τ[․․․9-10․․․ς Χῖος ἀποσταλεὶς ἱ]ερομνήμων ὑπὸ τᾶς πόλιος τᾶς Χίων
τά τε κατὰ τὰς θυσ[ίας συνετέλεσε λαμπρῶς καὶ] φιλοτίμως, πλείσσταν ἐπιμέλει-
αν ποιούμενος τ[ᾶς εἰς τὸ δαιμόνιον εὐσεβείας, τά]ς τε δίκας μετὰ τῶν συνιερο-
μναμόνων τὰς μ[ὲν διέλυσε, τὰς δε διέκρινε δικαί]ως καὶ κατὰ τοὺς νόμους, τῶν τε
10 ἀγώνων συνεπ̣[εμελήθη τοῖς συνιερομνημόσιν κατ]ὰ τὸ δόγμα τῶν Ἀμφικτυόν-
[ω]ν ἀξίως τ̣ᾶ̣[ς τοῦ θεοῦ τιμᾶς καὶ τᾶς πόλιος τᾶς Χίων καὶ δι]ετέλει χρείας παρεχό-
[μενος πάντοις τοῖς ἀφικνουμένοις εἰς τὰμ πόλιν ἀπόδειξιν] π̣ο̣ι̣ο̣ύ̣μενος τᾶς εὐνοί-
[ας ἃν ἔχει ποτὶ τὸ ἔθνος τῶν Αἰτωλῶν καὶ τοὺς ἄλλους Ἀμφικτύονας, ἔν τε τᾶι λοι]-
[πᾶι ἀρχᾶι etc. ․․․]
B.1 [— — — — — — — — — — — τοῖς εὐεργετούντοις τὸν θεὸν καὶ τὸ κ]οινὸν τῶ[ν Ἀμφικτιό]-
[νων. ὑπάρχειν δὲ τὰς τιμὰς ταύτας καὶ τοῖς ἐκγόνοις αὐτο]ῦ· ὅπως δὲ καὶ δια̣[μένῃ]
[τούτων ὑπόμναμα εἰς τὸν ἅπαντα χρόνον, ἀναγράψαι τ]όδε τὸ δόγμα ἐς στάλα[ς λι]-
[θίνας τρεῖς καὶ στᾶ]σαι τὰν μὲν [ἐν Δ]ελφοῖς ἐ[ν τῶι ἱερῶι τοῦ Ἀπό]λλωνος, τὰς δὲ ἑτέρας
5 [ἐν Χίωι, τὸ δὲ ἀνά]λωμα δόμεν τὸν γραμματῆ [τῶν ἱερομναμόνω]ν. καὶ τοῦτο ἐγράφη· ἐπὶ Λυκώ-
[που στρατα]γέοντος τὸ τέταρτον· ἔδοξε [τοῖς Αἰτωλοῖς ἀπ]ο̣δόμεν τοῖς τεχνίταις τὰ[ν]
[τε ἀσφάλεια]ν καὶ τὰν ἀσυλίαν τοῖς ἐπ’ Ἰ[ωνίας καὶ Ἑλλησπό]ντου τοῖς ἐνγεγραμένοις κα-
[θὼς καὶ τοῖ]ς εἰς Ἰθμὸν καὶ Νεμέαν συνπ̣[ορευομένοις]. vacat
Search Help
Contact Us