[ ]
Phokis — Delphi — 248-246 BC — SIG (3) 402
1 | [ἔδοξεν τῶι δήμωι· πολ]έμαρχος ἐπιμήν̣ιος Μελήσιππος Φιλο[— — — καὶ ἐξεταστὴς] |
[ἐπιμήνιος Ἀπο]λλωνίδης Ἀγγελίσκου εἶπαν· ἐπειδὴ Αἰτωλοὶ οἰκε[ῖοι καὶ φίλοι ἐκ προ]- | |
[γόνων ὑπάρχ]ον[τ]ες τῶι δήμωι, ἀποδεικνύμενοι τὴν πρὸς τοὺς θε[οὺς εὐσέβειαν ψή]- | |
[φισμα καὶ θε]ωροὺς ἀπ<ο>στείλαντες Κλέωνα καὶ Ἡράκωνα καὶ [— — —, ἐπαγγέλ]- | |
5 | [λουσι τὸν] ἀγῶ[ν]α τῶν Σωτηρίων, ὃν συντελοῦσιν ὑπόμνημα [τῆς τῶν Ἑλλήνων σωτη]- |
[ρίας κ]αὶ τῆς νίκης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς [ἐπιστρατεύσαν]- | |
[τας ἐ]πὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ κοινὸν τῶν Ἑλλήνων καὶ ἐ[πὶ τοὺς Ἑλλήνας], | |
[ἐπ]έσταλκ[ε] δὲ περὶ τούτων τῶι δήμωι καὶ τὸ κοινὸν τῶν Αἰτωλῶ[ν καὶ ὁ στρατηγὸς Χα]- | |
[ρίξ]ενος, ὅπως ἂν ἀποδεξώμεθα τὸν ἀγῶνα τὸμ μὲν μουσικὸν ἰσ[οπύθιον, τὸν δε γυ]- | |
10 | μνικὸν καὶ ἱππικὸν ἰσονέμεον ταῖς τε ἡλικίαις καὶ ταῖς τιμαῖς [καθάπερ καὶ αὐτοὶ] |
ἐψηφισμένοι εἰσὶν· ὅπως οὖν ὁ δῆμος φαίνηται τὰς τῶν θεῶν τιμ[ὰς αὔξων καὶ μεμνη]- | |
μένος τῆς τε οἰκειότητος καὶ φιλίας τῆς ὑπαρχούσης αὐτῶι πρὸς [Αἰτωλούς· ἀγαθῆι τύ]- | |
χηι· δεδόχθαι τῶι δήμωι, δέχεσ[θ]αι τήν τε ἐπαγγελίαν καὶ τὸν ἀγ[ῶνα τῶν Σωτηρίων, ὃν] | |
τιθέασιν Αἰτωλοὶ ὑπέρ τε τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς [καὶ τῆς τῶν Ἑλλήνων] | |
15 | σωτηρίας στεφανίτην, καθάπερ ἐψήφισται τὸ κοινὸν τῶν Αἰτωλῶν τὸ[μ μὲν μουσικὸν ἰσο]- |
[π]ύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἱσονέμεον ταῖς τε ἡλικίαις κα[ὶ ταῖς τιμαῖς· εἶναι] | |
[δ]ὲ καὶ τοῖς ἀγωνισαμένοις τῶμ πολιτῶν καὶ νικήσασι τὸν ἀγῶνα τῶν Σ[ωτηρίων ὅσαπερ καὶ] | |
[τ]οῖς Πύθια καὶ Νέμεα νικήσασι ἐν τῶι νόμωι γέγραπται· ἐπαινέσαι δ[ὲ καὶ τὸ κοινὸν τῶν Αἰτω]- | |
λῶν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεγ καὶ εὐσεβε[ίας τῆς εἰς τοὺς θεοὺς] | |
20 | κ̣αὶ ἀνδραγαθίας τῆς εἰς τοὺς βαρβάρους· ἵνα δὲ καὶ εἰδῶσι πάντες [τὰς δεδομένας τιμάς], |
[ἀ]νειπεῖν τὸν ἱεροκήρυκα Διονυσίοις ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν παί[δων χόροι μέλλωσι ἀγω]- | |
νίζεσθαι τόδε <τὸ> κήρυγμα· ὁ δῆμο[ς ὁ] Χίων στεφανοῖ τὸ κοινὸν τῶν Αἰτω[λῶν χρυσῶι σρεφάνωι] | |
ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς τοὺς θεούς· ἐψήφισται δὲ κ[αὶ ἀποδέχεσθαι τὸν ἀγῶνα] | |
ὃν συντε[λ]οῦσιν Αἰτωλοὶ τὸμ μὲμ μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμν[ικὸν καὶ ἱππικὸν ἰσο]- | |
25 | νέμεον ταῖς τε ἡλικίαις καὶ ταῖς τιμαῖς· τοῦ δε κηρύγματος ἐπιμ[εληθῆναι τὸν ἀγωνοθέ]- |
την· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνην καὶ στῆ[σαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ]- | |
λωνος τοῦ ἐν Δελφοῖς τοὺς πρ̣ώ̣τους πλευσουμένους θεωρούς· ἑλέσθ[αι δὲ αὐτίκα μάλα θεω]- | |
ροὺς τρεῖς ἐκ πάντων Χίων, ὅταν τόδε τὸ ψήφισμα χειροτονηθῆι· γίνεσ[αι δὲ εἰς τὸ λοιπὸν] | |
τὴν ἀπόδειξιν τῶν θεωρῶν καθ’ ἑκάστην πενταετηρίδα, ὅταν καὶ [εἰς Ὀλύμπια ἀποδεικνύ]- | |
30 | ωνται· δίδοσθαι δὲ τοῖς ἀποδεικνυμένοις εἰς μὲν τὴν θυσίαν [τετρακοσίας(?) δραχμάς, εἰς] |
δ̣ὲ̣ ἐ̣φόδια ὅ τι ἂν τῶ[ι] δήμω[ι] δόξηι· τὸ δὲ ἀνάλωμα τὸ εἰς [τὴν τοῦ ψηφίσματος ἀναγραφὴν καὶ] | |
τὴν στήλην δοῦναι τοὺς τὰς τάξεις [διοικουμένους καθότι ἂν κελεύωσιν οἱ πολέμαρχοι] | |
καὶ ἐξετα[σ]ταί· δοῦναι δὲ καὶ εἰς [τὸν στέφανον — — — — — — καὶ ἀποστεῖλαι τοῖς θεωροῖς] | |
ξένια· τὸ δὲ [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
35 | [․․]ντο[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[․․․․․․․․․c.22․․․․․․․․․] τοὺς ταμίας καθότι [— — — — — — — — — — — — — — —] | |
[․․․․· τὸ δὲ ψήφισμα τόδ]ε ἀφήκειν εἰς φυλακήν· ἐφόδια ἐτάχθη ἑκ[άστωι θεωρῶι δραχ]- | |
[μαὶ τρι]ά[κ]ο[ντα]· θ[ε]ωροὶ εἱρέθησαν Μίκκος Ἕρμιδος, Οἰνεὺς Φησίνου, [․․․c.10․․․] | |
40 | Ἀριστοφῶντος. |