[ ] Phokis — Delphi — 248-246 BC — SIG (3) 402
1 [ἔδοξεν τῶι δήμωι· πολ]έμαρχος ἐπιμήν̣ιος Μελήσιππος Φιλο[— — — καὶ ἐξεταστὴς]
[ἐπιμήνιος Ἀπο]λλωνίδης Ἀγγελίσκου εἶπαν· ἐπειδὴ Αἰτωλοὶ οἰκε[ῖοι καὶ φίλοι ἐκ προ]-
[γόνων ὑπάρχ]ον[τ]ες τῶι δήμωι, ἀποδεικνύμενοι τὴν πρὸς τοὺς θε[οὺς εὐσέβειαν ψή]-
[φισμα καὶ θε]ωροὺς ἀπ<ο>στείλαντες Κλέωνα καὶ Ἡράκωνα καὶ [— — —, ἐπαγγέλ]-
5 [λουσι τὸν] ἀγῶ[ν]α τῶν Σωτηρίων, ὃν συντελοῦσιν ὑπόμνημα [τῆς τῶν Ἑλλήνων σωτη]-
[ρίας κ]αὶ τῆς νίκης τῆς γενομένης πρὸς τοὺς βαρβάρους τοὺς [ἐπιστρατεύσαν]-
[τας ἐ]πὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τὸ κοινὸν τῶν Ἑλλήνων καὶ ἐ[πὶ τοὺς Ἑλλήνας],
[ἐπ]έσταλκ[ε] δὲ περὶ τούτων τῶι δήμωι καὶ τὸ κοινὸν τῶν Αἰτωλῶ[ν καὶ ὁ στρατηγὸς Χα]-
[ρίξ]ενος, ὅπως ἂν ἀποδεξώμεθα τὸν ἀγῶνα τὸμ μὲν μουσικὸν ἰσ[οπύθιον, τὸν δε γυ]-
10 μνικὸν καὶ ἱππικὸν ἰσονέμεον ταῖς τε ἡλικίαις καὶ ταῖς τιμαῖς [καθάπερ καὶ αὐτοὶ]
ἐψηφισμένοι εἰσὶν· ὅπως οὖν ὁ δῆμος φαίνηται τὰς τῶν θεῶν τιμ[ὰς αὔξων καὶ μεμνη]-
μένος τῆς τε οἰκειότητος καὶ φιλίας τῆς ὑπαρχούσης αὐτῶι πρὸς [Αἰτωλούς· ἀγαθῆι τύ]-
χηι· δεδόχθαι τῶι δήμωι, δέχεσ[θ]αι τήν τε ἐπαγγελίαν καὶ τὸν ἀγ[ῶνα τῶν Σωτηρίων, ὃν]
τιθέασιν Αἰτωλοὶ ὑπέρ τε τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς [καὶ τῆς τῶν Ἑλλήνων]
15 σωτηρίας στεφανίτην, καθάπερ ἐψήφισται τὸ κοινὸν τῶν Αἰτωλῶν τὸ[μ μὲν μουσικὸν ἰσο]-
[π]ύθιον, τὸν δὲ γυμνικὸν καὶ ἱππικὸν ἱσονέμεον ταῖς τε ἡλικίαις κα[ὶ ταῖς τιμαῖς· εἶναι]
[δ]ὲ καὶ τοῖς ἀγωνισαμένοις τῶμ πολιτῶν καὶ νικήσασι τὸν ἀγῶνα τῶν Σ[ωτηρίων ὅσαπερ καὶ]
[τ]οῖς Πύθια καὶ Νέμεα νικήσασι ἐν τῶι νόμωι γέγραπται· ἐπαινέσαι δ[ὲ καὶ τὸ κοινὸν τῶν Αἰτω]-
λῶν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεγ καὶ εὐσεβε[ίας τῆς εἰς τοὺς θεοὺς]
20 κ̣αὶ ἀνδραγαθίας τῆς εἰς τοὺς βαρβάρους· ἵνα δὲ καὶ εἰδῶσι πάντες [τὰς δεδομένας τιμάς],
[ἀ]νειπεῖν τὸν ἱεροκήρυκα Διονυσίοις ἐν τῶι θεάτρωι, ὅταν οἱ τῶν παί[δων χόροι μέλλωσι ἀγω]-
νίζεσθαι τόδε <τὸ> κήρυγμα· ὁ δῆμο[ς ὁ] Χίων στεφανοῖ τὸ κοινὸν τῶν Αἰτω[λῶν χρυσῶι σρεφάνωι]
ἀρετῆς ἕνεκεν καὶ εὐσεβείας τῆς εἰς τοὺς θεούς· ἐψήφισται δὲ κ[αὶ ἀποδέχεσθαι τὸν ἀγῶνα]
ὃν συντε[λ]οῦσιν Αἰτωλοὶ τὸμ μὲμ μουσικὸν ἰσοπύθιον, τὸν δὲ γυμν[ικὸν καὶ ἱππικὸν ἰσο]-
25 νέμεον ταῖς τε ἡλικίαις καὶ ταῖς τιμαῖς· τοῦ δε κηρύγματος ἐπιμ[εληθῆναι τὸν ἀγωνοθέ]-
την· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τόδε εἰς στήλην λιθίνην καὶ στῆ[σαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλ]-
λωνος τοῦ ἐν Δελφοῖς τοὺς πρ̣ώ̣τους πλευσουμένους θεωρούς· ἑλέσθ[αι δὲ αὐτίκα μάλα θεω]-
ροὺς τρεῖς ἐκ πάντων Χίων, ὅταν τόδε τὸ ψήφισμα χειροτονηθῆι· γίνεσ[αι δὲ εἰς τὸ λοιπὸν]
τὴν ἀπόδειξιν τῶν θεωρῶν καθ’ ἑκάστην πενταετηρίδα, ὅταν καὶ [εἰς Ὀλύμπια ἀποδεικνύ]-
30 ωνται· δίδοσθαι δὲ τοῖς ἀποδεικνυμένοις εἰς μὲν τὴν θυσίαν [τετρακοσίας(?) δραχμάς, εἰς]
δ̣ὲ̣ ἐ̣φόδια ὅ τι ἂν τῶ[ι] δήμω[ι] δόξηι· τὸ δὲ ἀνάλωμα τὸ εἰς [τὴν τοῦ ψηφίσματος ἀναγραφὴν καὶ]
τὴν στήλην δοῦναι τοὺς τὰς τάξεις [διοικουμένους καθότι ἂν κελεύωσιν οἱ πολέμαρχοι]
καὶ ἐξετα[σ]ταί· δοῦναι δὲ καὶ εἰς [τὸν στέφανον — — — — — — καὶ ἀποστεῖλαι τοῖς θεωροῖς]
ξένια· τὸ δὲ [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
35 [․․]ντο[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[․․․․․․․․․c.22․․․․․․․․․] τοὺς ταμίας καθότι [— — — — — — — — — — — — — — —]
[․․․․· τὸ δὲ ψήφισμα τόδ]ε ἀφήκειν εἰς φυλακήν· ἐφόδια ἐτάχθη ἑκ[άστωι θεωρῶι δραχ]-
[μαὶ τρι][κ]ο[ντα]· θ[ε]ωροὶ εἱρέθησαν Μίκκος Ἕρμιδος, Οἰνεὺς Φησίνου, [․․․c.10․․․]
40 Ἀριστοφῶντος.
Search Help