[ ]
Phokis — Delphi — 247/6 BC — SEG 18.245; SEG 2.258 — Daux — BCH 83.1959.475-477,8
1 | [ἔδο]ξεν τῆι [βουλῆι καὶ τῶι δήμ]ωι· πολεμάρχω[ν ἐπιμήνιος ․․8-10․․․ |
․․․ Φιλίστου κ̣α̣[ὶ ἐξεταστῶ]ν ἐπιμήνιος Αἰαντίδη[ς ․․c.8․․․ εἶπαν]· | |
[ἐ]πειδὴ τὸ κοινὸν [τῶν Αἰτωλῶ]ν διά τε τὴν οἰκειότητα κα[ὶ φιλίαν τὴν] | |
ὑπάρχουσαν διὰ προγ[όνων τῶ]ι δήμωι πρὸς Αἰτωλούς, πρότερ[ον μὲν πο]- | |
5 | λιτείαν ἡμῖν ἐψηφίσατ[ο καὶ] ἀπηγόρευσε πᾶσιν μὴ ἄγειν τὰ τῶ[ν Χίων] |
μηδαμόθεν ὁρμωμένοι[ς, εἰ] δὲ μή, ὑποδίκους εἶναι ἐν τοῖς συνέ[δροις] | |
ὡς τὰ κοινὰ βλάπτοντας τ[ὰ] τῶν Αἰτωλῶν, ἐφ’ οἷς ὁ δῆμος ἀποδεξ[άμενος] | |
οἰκείως τὰν εὔνοιαν αὐτῶ[ν] ἐψηφίσατο πολίτας τε εἶναι τοὺς Αἰτ[ωλοὺς] | |
κ̣αὶ μετέχειν πάντων ὧ[ν] καὶ Χῖοι μετέχουσιν, ἔγνω δὲ καὶ ἔ[φοδον] | |
10 | αὐτοῖς ὑπάρχειν πρώτοι[ς] ἐπί τε τὴν βουλὴν καὶ τὴν ἐκκλησία[ν, καὶ] |
παρακαλεῖσθαι αὐτοὺς ε[ἰ]ς προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσιν οἷς ἂ[ν ἡ πόλις] | |
[π]οιῆι, καὶ νῦν δὲ οἱ θεωροὶ κ̣αὶ οἱ πρέσβεις παραγενόμενοι ἀνήν[γειλ]- | |
[αν] τῶι δήμωι τήν τε ἄλλην̣ εὔνοιαν ἣν εἶχε τὸ κοινὸν τῶν Αἰτωλῶν [πρὸς τὴ]- | |
ν πόλιν, πᾶσαν προθυμίαν ἐνδεικνύμενον εἰς τὸ συντελεῖσθαι [ὅσα] | |
15 | οἱ πρέ̣[σ]βεις ἠξίωσαν, καὶ [δ]ιότι δεδώκασι τῶι δήμωι ψῆφον ἱερομναμ[ονικὴν] |
εἰς το[ὺς] Ἀμφικτύονας, [ἀ]κόλουθα διαπραττόμενοι τοῖς προϋπάρχου[σιν αὐτ]- | |
[ο]ῖς οἰκ[εί]οις καὶ φιλανθρώποις πρὸς τὴν πόλιν· ὅπως οὖν καὶ ὁ δῆμος [πᾶσι το]- | |
[ῖς] Ἕλλη[σι] φανερὸς ἦι [τ]ιμῶν τοὺς ἑαυτὸν εὐεργετεῖν προαιρουμένο[υς, ἀγα]- | |
[θ]ῆι τύχ[ηι, δ]εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, ἐπαινέσαι τὸ κοιν[ὸν τῶν] | |
20 | [Αἰ]τωλῶ[ν ἐ]πί τε τῆι εὐνοίαι καὶ προθυμίαι ἣν ἔχει ἐμ παντὶ καιρῶι π[ρὸς τὸν] |
[δῆ]μον [καὶ σ]τεφα̣νῶσαι χρυσῶι στεφάνωι τῶι μεγίστωι ἐκ τοῦ νόμ[ου, χρυ]- | |
[σῶ]ν Ἀλ[εξαν]δρε[ί]ων ἑκατόν· κτλ. |