[ ] Phokis — Delphi — 163/2 BC?
1 ἄρχοντος Ἐμμενίδ[α το]ῦ Κα[λλία], μην[ὸς Ἐ]νδ[υσπο]ιτροπίου, ἀπέδοτο Ἀ[ντι]χά-
ρης Ἀζαράτου τῶι Ἀπολλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίχα,
τιμᾶς ἀργυρίου μνᾶν 𐅖𐅖𐅖𐅖 {⁸4 mn.}⁸, καὶ τὰν τι[μ]ὰν ἔχει, καθὼς ἐπίστευσε Σωσίχα τὰν
ὠνὰν τῶι θεῷ ἐφ’ ὅτῳ ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον ποιοῦσαν ὅ κα θέλῃ
5 καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ. εἰ δέ τις καταδουλίζοιτο Σωσίχαν, κύριος ἔσ-
τω ὁ παρεντυχὼν συλέων Σωσίχαν ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας
δίκας καὶ ζαμίας. βεβαιωτὴρ Ἄθαμβος Ἀθανίωνος κατὰ τοὺς νομοὺς
τᾶς πόλιος. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ
ἄρχοντες Ἄθαμβος, Κλέων, Καλλικλῆς καὶ ἰδι[ῶ]ται Μένης, Φίλων, Μνασίθεος, Σω-
10 κράτης.
Search Help
Contact Us