[ ]
Phokis — Delphi — 163/2 BC?
1 | ἄρχοντος Ἐμμενίδ[α το]ῦ Κα[λλία], μην[ὸς Ἐ]νδ[υσπο]ιτροπίου, ἀπέδοτο Ἀ[ντι]χά- |
ρης Ἀζαράτου τῶι Ἀπολλωνι τῶι Πυθίῳ σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίχα, | |
τιμᾶς ἀργυρίου μνᾶν 𐅖𐅖𐅖𐅖 {⁸4 mn.}⁸, καὶ τὰν τι[μ]ὰν ἔχει, καθὼς ἐπίστευσε Σωσίχα τὰν | |
ὠνὰν τῶι θεῷ ἐφ’ ὅτῳ ἐλευθέραν εἶμεν τὸν πάντα χρόνον ποιοῦσαν ὅ κα θέλῃ | |
5 | καὶ ἀποτρέχουσαν ᾇ κα θέλῃ. εἰ δέ τις καταδουλίζοιτο Σωσίχαν, κύριος ἔσ- |
τω ὁ παρεντυχὼν συλέων Σωσίχαν ἀνυπόδικος ὢν καὶ ἀζάμιος πάσας | |
δίκας καὶ ζαμίας. βεβαιωτὴρ Ἄθαμβος Ἀθανίωνος κατὰ τοὺς νομοὺς | |
τᾶς πόλιος. μάρτυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ τοὶ | |
ἄρχοντες Ἄθαμβος, Κλέων, Καλλικλῆς καὶ ἰδι[ῶ]ται Μένης, Φίλων, Μνασίθεος, Σω- | |
10 | κράτης. |