[ ] Phokis — Delphi — ca. 160 BC
1 ἄρχοντος Ἀμφιστράτου, μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Θεύξενος
Καλλία Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον, ἇι ὄνομα Ἀγαθόκλεια τι-
μᾶς ἀργυρίου μνᾶν πέντε καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσσε Ἀγαθόκλεια
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάν-
5 τα βίον, ποιέουσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα οἷς κα θέλῃ. βεβαιωτὴρ κατὰ τὸν νό-
μον τᾶς πόλιος Ἄρχων Καλλία. εἰ δέ τις ἅπτοιτο ἐπὶ καταδουλισμῷ Ἀγαθοκλείας,
βέβαιον παρεχέτω ὅ τε ἀποδόμενος Θεύξενος καὶ ὁ βεβαιωτὴρ Ἄρχων τῶι θεῶι
τὰν ὠνάν· ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες Ἀγα-
θόκλειαν ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ
10 ζαμίας. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, καὶ τοὶ ἄρχοντες
Αἰακίδας Βαβύλου, Ἰατάδας, Καλλιγένης Κλευδάμου, καὶ ἰδιῶται Μένης, Ἀγησίλαος,
Ἀριστίων Ἄγωνος.
Search Help
Contact Us