[ ] Phokis — Delphi — 161/0 BC
1 ἄρχοντος Ἀνδρονίκου, μηνὸς Ἰλαίου, ἀπέδοντο Μνασίθεος
καὶ Ἐμμενίδας οἱ Δεξικράτεος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα ἀνδρεῖον ὧι ὄνυμα Εὔνους, τὸ γένος Γαλάταν συνευδοκε-
ούσας τᾶς ματρὸς Ἀναξίδος, τιμᾶς ἀργυρίου μνᾶν 𐅖𐅖𐅖𐅖 {⁸4 mn.}⁸, καὶ
5 τὰν τιμὰν ἔχοντι, καθὼς ἐγένετο ὁμόλογον Εὐνόῳ ποτὶ Δεξι-
κράτη τὸμ πατέρα αὐτῶν, ἐφ’ ὅτῳ ἐλεύθερον εἶμεν Εὔνουν τὸμ πάντα
βίον καὶ ἀνέφαπτον ἀπὸ πάντων, καθὼς ἐπίστευσε Εὔνους τῶι θε-
ῶι τὰν ὠνάν. βεβαιωτὴρ κατὰ τὸν νόμον Ἄθαμβος Ἀθανίωνος. εἰ δέ
τις ἐφάπτοιτο Εὐνόου ἢ καταδουλίσζοιτο, κύριος ἔστω ὁ παρατυγ-
10 χάνων συλέων καὶ ἀποβιαζόμενος Εὔνουν ὡς ἐλεύθερον ὄντα ἀζά-
μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἱ ἱερεῖς τοῦ
Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, καὶ τῶν ἀρχόντων Ἄρχων Καλλία,
ἰδιῶται Διόδωρος Μνασιθέου, Δρομοκλείδας, Εὐκλείδας, Πολύων,
Ἄλεξις, Φίλων, Δίωνλέξωνος, Τιμόκριτος.
Search Help
Contact Us