[ ] Phokis — Delphi — 163/2 BC?
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία, μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε
ἀπέδοτο Λυκῖνος Νικία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
ἀνδρεῖον, ὧι ὄνομα Χρήσιμος, τὸ γένος Γαλάταν, τιμᾶς ἀργυρίου
μ<ν>ᾶν δύο καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Χρήσιμος
5 τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸν πάντα χρόνον ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων
οἷς κα θέλῃ ἐλεύθερος ἐών. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος
Ἄθαμβος Ἀθανίωνος. εἰ δέ τίς κα ἐφάπτηται Χρησίμου ἐπὶ κατα-
δουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ{ο}νὰν {²⁶ὠνὰν}²⁶ ὅ τε ἀποδό-
10 μενος Λυκῖνος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος κατὰ τὸν νόμον τᾶς πόλιος·
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Χρή-
σιμον ὡς ἐλεύθερον ὄντα, ἀνυπόδικοι καὶ ἀζάμιοι ἐόντες πάσας
δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Χρήσιμος παρὰ Λυκῖνον ἔτη
δύο ἀπὸ μηνὸς Ἡρακλείου ἀπὸ πεντεκαιδεκάτας τοῦ ἐπὶ Ἐμμενίδα
15 ἄρχοντος, ποιῶν τὸ ποτιτασόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ
παραμείναι Χρήσιμος τὸν γεγραμμένον χρόνον, ἀποτεισάτω Λυκί-
νωι ἀργυρίου μνᾶς δύο Χρήσιμος. εἰ δέ τί κα ἔνκλημα ποιήσῃ καθ’ ἰ[δ]ίαν
Χρήσιμος ἐν τοῖς δύο ἐτέοις, αὐτὸς ἐκτείσι Χρήσιμος. εἰ δὲ κακῶς ἴσχοι
Χρήσιμος, ἐπαποδότω τὰς ἁμέρας, καὶ εἴ κα ἀπογένηταί τινας, ἀπο-
20 δότω καὶ ταύτας. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου
Ἀμύντας καὶ [Ταραντῖν]ος, Κλέων, καὶ ἰδιῶται Βάχιος, Κάλλων,
[Εὔ]νους, Μένης, Κλέανδρος, Ἀρχέλαος.
Search Help