[ ]
Phokis — Delphi — 163/2 BC?
1 | ἄρχοντος Ἐμμενίδα τοῦ Καλλία, μηνὸς Ἡρακλείου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Λυκῖνος Νικία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα | |
ἀνδρεῖον, ὧι ὄνομα Χρήσιμος, τὸ γένος Γαλάταν, τιμᾶς ἀργυρίου | |
μ<ν>ᾶν δύο καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Χρήσιμος | |
5 | τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὅτωι ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτος |
ἀπὸ πάντων τὸν πάντα χρόνον ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων | |
οἷς κα θέλῃ ἐλεύθερος ἐών. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος | |
Ἄθαμβος Ἀθανίωνος. εἰ δέ τίς κα ἐφάπτηται Χρησίμου ἐπὶ κατα- | |
δουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠ{ο}νὰν {²⁶ὠνὰν}²⁶ ὅ τε ἀποδό- | |
10 | μενος Λυκῖνος καὶ ὁ βεβαιωτὴρ Ἄθαμβος κατὰ τὸν νόμον τᾶς πόλιος· |
ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντω συλέοντες Χρή- | |
σιμον ὡς ἐλεύθερον ὄντα, ἀνυπόδικοι καὶ ἀζάμιοι ἐόντες πάσας | |
δίκας καὶ ζαμίας. παραμεινάτω δὲ Χρήσιμος παρὰ Λυκῖνον ἔτη | |
δύο ἀπὸ μηνὸς Ἡρακλείου ἀπὸ πεντεκαιδεκάτας τοῦ ἐπὶ Ἐμμενίδα | |
15 | ἄρχοντος, ποιῶν τὸ ποτιτασόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ |
παραμείναι Χρήσιμος τὸν γεγραμμένον χρόνον, ἀποτεισάτω Λυκί- | |
νωι ἀργυρίου μνᾶς δύο Χρήσιμος. εἰ δέ τί κα ἔνκλημα ποιήσῃ καθ’ ἰ[δ]ίαν | |
Χρήσιμος ἐν τοῖς δύο ἐτέοις, αὐτὸς ἐκτείσι Χρήσιμος. εἰ δὲ κακῶς ἴσχοι | |
Χρήσιμος, ἐπαποδότω τὰς ἁμέρας, καὶ εἴ κα ἀπογένηταί τινας, ἀπο- | |
20 | δότω καὶ ταύτας. μάρτυρες οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου |
Ἀμύντας καὶ [Ταραντῖν]ος, Κλέων, καὶ ἰδιῶται Βάχιος, Κάλλων, | |
[Εὔ]νους, Μένης, Κλέανδρος, Ἀρχέλαος. |